Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

291. ὣς νῦν μοι ἐθέλουσα παρίστασο] καλῶς ὡς συνετώτερος Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν “δὸς δὲ πάλιν ἐπὶ νῆας ἐυκλείας [*](Α+) ἀφικέσθαι” (281), ὃ δὲ “σπεῖό μοι” (285). §. ὁ δὲ Ζηνόδοτος “πα- ρίσταο” γράφει ἄνευ τοῦ σ.

292. ῥέξω βοῦν] ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ θυσίαν [*](A+) ὑπισχνεῖται. §. τὸδὲ“ἦνιν᾿᾿ Πτολεμαῖος περισπᾷ, Τυραννίωνπαροξύνει.

295. τῶν δʼ ἔκλυε] παραμυθητικὸν τοῦτο.

297. ὥς τε λέοντε δύω— ἀμ φόνον] ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον.

298. ἀμ φόνον, ἀν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα] τῶν ἐπαι- νουμένων Ξενοφῶντός ἐστι ταῦτα· “ἐκεὶ δʼ ἔληξεν ἡ μάχη, παρῆν ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλήλοις, τὴν μὲν γῆν αἵματι πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας δὲ πεπρισμένας, δό- ρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δʼ ἐν τοῖς σώμασιν ἐμπεπηγότα᾿᾿ (Ages. 2. 14). ταῦτα δὲ Ὅμηρος ἑνὶ στίχῳ συλλαβὼν πάντα ἀπήγγειλεν.

[*](Α~Β–)

299. οὐδὲ μὲν οὐδὲ Τρῶας] ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις ἰόντες· ἀλλ᾿ ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου. ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ πίστιν ποιοῦν τοῖς νυκτερι- νοῖς τῶν Ἑλλήνων κατορθώμασιν.

[*](1. καὶ B: κἂν ‖ 2. γέγονε in ras. novavit pr. ‖ 4. διαλόγων cf. B ‖ 6, οὐκέτι δὲ ‖ 8, 10. supplevi ex A ‖ 13. τούτων A: τοῦτο ‖ 16, 17. παρίστασο)
361

300. ἀλλʼ ἄμυδις] ὁ μὲν Ἕκτωρ ἀνοήτως πάντας συγκαλεῖ τοὺς [*](B=) ἀρίστους, ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, οἳ δὲ βραχεῖς. ἀλλʼ ἄμυδις κικλήσκετο] βασιλικῶς· Ἀγαμέμνων δὲ διʼ ἑαυτοῦ.

303. τίς κεν μοι τόδε ἔργον] ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν [*](B–) ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται. καὶ οἳ μὲν ἃ ἔχουσιν ἐπαγγέλλονται, 〈ὃ δὲ ἃ οὐκ ἔχει, καὶ〉 οἳ μὲν δῶρον, ὃ δὲ ἀτίμως μισθόν. καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ δελεάζεται ὁ υἱὸς τοῦ πολυχρύσου (315).

306. οἵ κεν ἀριστεύωσι] αἱ Ἀριστάρχου “ἄριστοι ἔωσι,” Ζηνό- [*](A=) δοτος δὲ “αὐτούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα.᾿᾿ §. οἱ μὲν Ἕλ- ληνες ἃ ἔχουσι διδόασιν, οἶν ὕπαρνον(215), ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει, ἵππους. §. Ἀριστοφάνης γράφει “ καλούς, οἳ φορέουσιν ἀμύμονα [*](A=) Πηλείωνα.”

308. ἔκ τε πυθέσθαι] ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν ἐπὶ [*](B=) φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος τινὸς πολεμίου, ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων.

ἔκ τε πυθέσθαι] τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι· ὁ δὲ 〈Νέστωρ〉 [*](B=) “εἴ τινά που δηίων ἕλοι” (206) ὡς ἐκ παραδόξου.

314. ἦν δέ τις ἐν Τρώεσσι] ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος, [*](Β=) τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός, τὴν τέχνην, τὴν τύχην, ὅτι πλού- σιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν ὠκύτητα.

*ἦν δέ τις] διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ [*](B=) ἀνδρός· ὅμως τοιοῦτος ὢν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετʼ ὀλίγον προδότης γίνεται.

315. κήρυκος] ἵνʼ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες· ἄμα δέ. ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. §. τὸ δὲ “θείοιο,᾿᾿ ὅτι ἀνόμοιος τῷ πατρί.

πολύχρυσος] καὶ ὅμως ἠράσθη κέρδους· ἢ διʼ ἀλαζονείαν ἕτερόν τι [*](Α+Β=) 〈θηρᾷ〉 παρὰ χρυσόν. τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον· ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος ἄνανδρος ᾖ, καὶ ἵνα εὔελπις ᾖ, ὡς εἰ ληφθείη διὰ τούτων λυτρωθήσεται.

*πολύχρυσος] εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα.

[*](6. supplevi ex B ‖ 12. καλούς A: καλοῦσι ‖ 18. iteratur * ὁ δὲ Νέστωρ “εἰ—ἕλοι ἐσχατόωντα” ‖ 23. ὀλίγων: corr. Bekker)
362

316. εἶδος μὲν ἔην κακός] ἵνα ὡς ἄσημος λάθῃ· οὗτος δὲ ἤθελεν ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις.

[*](Α~)

317. *μετὰ πέντε κασιγνήτῃσιν] ὡς γυναικοτραφὴς δειλὸς ἦν καὶ ῥιψοκίνδυνος.

[*](Β=)

318. ὅς ῥα τότε Τρωσίν τε] δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος ὢν οἵοις ἐπιχειρεῖ.

[*](B=)

319. ἔμʼ ὀτρύνει κραδίη] ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώ- μενος, ὃ δὲ ἀνοήτως μόνος ὁρμᾷ.

[*](Β–)

321. καί μοι ὄμοσσον] τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων, ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. ὁ δὲ Διομήδης οὐδὲ μέμνηται τῆς δόσεως.

[*](B–)

323. οἳ φορέουσιν ἀμύμονα Πηλείωνα] ὁ μὲν Ἕκτωρ τοὺς ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως αἰτεῖ εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν ἐδήλωσεν· φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα, νῦν μὲν τῶν Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς ἐπαινοῦντα τοὺς Ῥήσου περιττῶς (436).

324. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος] αἰτεῖ μὲν ἀδύνατα καὶ περὶ αὐτῶν ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα, περὶ ὧν οὐδὲν εἶπε Διο- μήδης.

[*](B–)

οὐδʼ ἀπὸ δόξης] οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας μαθὼν ἕκαστον· ἐπιφέρει γοῦν “τόφρα γὰρ ἐς στρατὸν εἶμι” (325).

325. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές] ἐκπεπτωκὼς τῇ ἐπιθυμίᾳ τῶν ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ τὸν μέγιστον κίνδυνον.