Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

260. Μηριόνης δ᾿᾿ Ὀδυσῆι δίδου βιόν]ὡς Κρὴς ἔχει τόξον, ὅπως βάλλῃ λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν μνηστηροκτονίαν.

[*](B=)

262. ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν] ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον μεῖναι τὸ κράνος, τῶν δὲ ἔξωθεν κατὰ τὴν ἐπιφάνειαν σκέπεσθαι ὀδόντων πυκνῶς ἐρεισθέντων.

264. * ἀργιόδοντος] πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα με- μηχάνηνται οἱ ὀδόντες.

[*](Α+)

265. πῖλος ἀρήρει] Ἀπολλόδωρος ὁ σκιαγράφος ἐντεῦθεν πρῶτος ἔγραψε πῖλον Ὀδυσσεῖ· ἀλλʼ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία 〈ἰδία〉, κοινόν τε πάσῃ τὸ ἔχειν 〈πῖλον〉.

[*](Α–)

266. τήν ῥα ποτʼ ἐξ Ἐλεῶνος] προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν τὸν Ἀμύντορα διʼ ὧν φησι Φοῖνιξ “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλ- λάδος᾿᾿ (Ιl. 9. 478) ἐνθάδε πῶς ἐν Ελεῶνι τῆς Βοιωτίας αὐτόν φησιν οἰκεῖν; ἡ δὲ λύσις ῥαδία· ἦν μὲν γὰρ ὁμώνυμος τῷ Φοίνικος 〈πατρί〉. Φερεκύδης δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ ἀπὸ τῆς Ἑλλάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν Ἑλλάδι οὕτω τις προσαγορεύεσθαι τόπος Ἐλεών.

[*](A–)

τήν ῥα ποτʼ ἐξ Ἕλεῶνος] Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς Ἑωσφόρου δῶρον παρὰ τοῦ πατρὸς ἔλαβε τοῦτο, ὥστε κλέπτειν καὶ τῶν κλεπτομένων ἀμείβειν τὴν ἰδέαν· καί ποτε κλέψαντος αὐτοῦ Σισύφου βόας παρῆν ὁ Σίσυφος ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο, Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκε- κολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν αὐτὸν προετρέπετο· ὅθεν μεθυ- σθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ Ὀδυσσέα.

[*](B+)

*ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανομήν.

[*](3. post ἔχει add. sec. κοίλην τινὰ οὗσαν καὶ μὴ ἐξεστηκυῖαν ἀλλʼ ὡσανεὶ κατω[φερῆ] (πατερω legi, at ultimae 4 litt. fere evanidae; cf. Et. M.) ‖ 4. supplevi ex B ‖ 6. ὀδυσσῆι ‖ βάλλοι ‖ 9. εἶναι B ‖ 9, 10. cf. Eust.; τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι τῶν ὀδ, coni. W ; τὴν δὲ ἔ. ἐπιφ. σκέπεσθαι μετὰ τῶν ὀδ. B, —σκέπτεσθαι κατὰ τῶν ὀδ. ‖ 13. σκιαγράφος Eust.: σκιογρά- φος || 14, 15. supplevi, cf. Eust. ‖ 15. πᾶσι, cf. Eust. ‖ 16. ⊖εσσαλίᾳ Heyne: θαλάσσηα ‖ 17. φεύγων || 19. ἡ μέν γὰρ ὁμωνυμία, cf. Eust, ‖ supplevi ex A ‖ 23. κ. Τηλαύγης Eust.)
359

268. * Σκάνδειαν] πόλις τῶν Κυθήρων. §. λείπει δὲ ἡ εἰς, ἀντὶ τοῦ [*](Α+Β=) ‘εἰς τὴν Σκάνδειαν.ʼ

[*](Α+Β=)

270. φορῆναι] ἐκ τοῦ φόρημι φορέναι, ἐκτάσει φορῆναι, ὡς καὶ τὸ εἶναι.

271. δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη] ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ [*](B=) τοσούτων ἐλθοῦσαν τὴν κυνῆν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου.

272. δεινοῖσιν] ἴσως διὰ τὴν κατάπληξιν τῆς προσδοκωμένης διʼ [*](B=) αὐτῶν λαθραίας πράξεως.

273. λιπέτην δὲ—πάντας ἀρίστους] μένοντας καὶ καραδοκοῦντας [*](Β=) τὴν ἀπόβασιν.

274. τοῖσι δὲ δεξιόν] ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, [*](A B–) ὥς φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μέν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δράσουσι τοὺς πολεμίους. ἐρωδιὸν δὲ ἔπεμψεν ἡ Ἀθηνᾶ, ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ ὄρνεον—ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν—καὶ νυκτὸς ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ “Παλλάς” “πελλόν” γράφειν φησὶ δεῖν ὁ Ζώπυρος· τρία γὰρ γένη ἐρωδιῶν· πελλός, ὅς ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ τῶν ὀφθαλμῶν ἐν ταῖς συνουσίαις· ὁ δὲ 〈τρίτος〉 ἀφροδίσιος, ὃς ἀφρίζει ἐν ταῖς συνουσίαις. ἐγγὺς ὁδοῖο] παρὰ τὴν ἔξοδον. §. προχαρίζεται δὲ τῷ ἀκροατῇ, [*](Β=) προαναφωνῶν αὐτῶν τὴν κατόρθωσιν.

275. τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσιν] ἐδήλου, ὡς οὐκ ὀφθήσονται [*](A B=) μὲν αὐτοῖς, εἴσονται δὲ τὰ τῶν πολεμίων διὰ τῆς φωνῆς τῆς Δόλωνος.

276. *νύκτα διʼ ὀρφναίην] οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν ἡ νύξ· ἀμέλει Νέστωρ οὐχ ὁρᾷ (532).

277. ἠρᾶτο δʼ Ἀθήνῃ] οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν [*](B=) ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκ εὔχεται.

*χαῖρε δὲ τῷ ἄρνιθ᾿ Ὀδυσεύς] ὡς ἐμφρονέστερος.

*ὄρνιθ᾿ ] ἐκ πλήρους“ὄρνιθι” δοτική, ὡς“θῖνʼ ἐφ’ ἁλὸς πολιῆς᾿᾿ (Ιl. 1. 350).

278. τε μοι αἰεὶ—παρίστασαι] πραγματικῶς· προθυμοτέρως [*](B=) γὰρ καὶ θεοὶ καὶ ἄνθρωποι εὐεργετοῦσι τοὺς ὑπὲρ ὧν πεπόνθασι χάριν ὁμολογοῦντας.

[*](3. ἔκτασις 5. Ὀδυσσῆος B: Ὀδυσσέως 14. ἐν τοῖς πολεμίοις B ‖ 17. sec. ‖ 18. πελλὸς Β2 Eust.: πέργος ‖19. πύργαργος cf. Β2 Eust. ‖ 20. ἀφρίζει coni. W: ἁρμόζει B2, ἀορίζει ‖ 23. εἶδον ‖ 28. ἔτι post οὐκ omisi ut B)
360
[*](A–B=)

280. *κινύμενος] ὑπερβολικῶς, οἷον ‘καὶ ἐπὶ σμικρὰν πρᾶξιν ὁρμῶν.ʼ

[*](A+)

281. * εὐκλεῖας] ἀπὸ τοῦ εὐκλέας γέγονεν· διὸ προπερισπαστέον.

[*](A=)

286. *ἐς Θήβας] πρὸς ἄμφω δύναται συντάττεσθαι.

[*](Α+Β=)

288. *μειλίχιον μῦθον]καλῶς“μειλίχιονʼ᾿ τὸν περὶ διαλλαγῶν ἔφη.

[*](A+)

290. τὸ “πρόφρασα” ἐνόμισάν τινες εἶναι θηλυκὸν “πρόφρασσα,᾿᾿ οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλ〈λ〉άβων φησίν, ὅτι ἐστὶν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσακαὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, 〈πείσω〉 πεῖσα—“τῷ δʼ ἄρʼ ἔτʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα᾿᾿ (Od. 20. 23)—οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω 〈φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρό- φρασσα· ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προιῶ. ἔστιν οὖν τὸ “πρόφρασσα” παρὰ τὸ προιέναι καὶ προθυμεῖσθαι. μέμνηται καὶ Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.

[*](B–)