Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

210. * ἂψ ἀναχωρήσουσιν] διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα.

211. *ταῦτά τε πάντα] ἐπανάληψις.

ἂψ εἰς ἡμέας ἔλθοι] διοριζόμενος θαρσαλεώτερον αὐτὸν ποιεῖ.

[*](B=)

212. ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον] πανταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.

213. *πάντας ἐπʼ ἀνθρώπους] ἀντὶ τοῦ εἰσέπειτα.

[*](B–)

214. ὅσ〈σ〉οι γὰρ νήεσ〈σ〉ιν ἐπικρατέουσιν] μέγας οὖν ἔσται, ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων· καὶ τὸ δῶρον ἐκ μεγίστης προ- φάσεως διδόμενον, καὶ εἰ μηδέν ἐστιν, ὅμως μέγα· ἔσται δὲ αὐτῷ, φησίν, ἀγέλη μελάνων οἰῶν, ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς ἐν νυκτὶ πράξεως. διὰ δὲ τῆς ἐπιμονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς πράξεως.

[*](Α=)

216. ὑπόρρηνον] ἔγκυον· οἳ δὲ θηλάζουσαν. §. “ὑπόρηνον” δὲ γρά- φει διὰ τοῦ ἑτέρου ρ.

[*](B–)

217. αἰεὶ δʼ ἐν δαίτῃσι] ὡς τὸ “ἕδρῃ τε κρέασίν τέ’ (Ιl. 8. 162)· ἐκ τούτου δὲ δῆλον, ὡς οὐ πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ “ἀεί ᾿᾿ τὸ αὐτό- ματον τῆς ἑστιάσεως δηλοῖ, ὡς τὸ “ αὐτόματος δέ οἱ ἦλθε” (Ιl.2.408).

[*](Α–)

218. οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ] Ἑλληνικὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους.

220. ἔμʼ ὀτρύνει κραδίη]“ἐμέ᾿᾿ πρὸς τὸ“πεπίδοιθʼ ἑῷαὐτοῦʼ᾿ (204)· ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑποδύεσθαι. [*](1. ἐλύπησε Eust.: ἐλύπει ‖ supplevi ex Eust. ‖ 6, 7. τελείου ὡς εἰς B ‖ 7. ἀπόδος B ‖ 9. ζωγρήσαι scripsi: ζωγρήσει B, ζωγρήσοι ‖ τὰ παρὰ τοῖς πολεμίοις scripsi cf. p. 366,25: τὰ τῶν πολεμίων B, τὰ παρὰ τῶν πολεμίων ‖ 11. τὸ μ. ‖ 19. ἀριστεῖα B: ἀριστείαν ‖ 22. ἐπιγονῆς ‖ 24. ὑπόρρηνον δὲ ‖ 31. καρδίη)

355
καὶ θυμὸς ἀγήνωρ] παρέλκει τὸ ἐπίθετο〈ν〉· καὶ ἔστιν Ὁμηρικόν, ὡς τὸ “ Ἀνδρομάχη λευκώλενος” (Ιl. 6. 377).

221. ἐγγὺς ἐόντα] οὐκ εἰκῇ τὸ “ἐγγὺς ἐόντα,᾿᾿ ἀλλʼ ὅτι μέγαν [*](Β=) κίνδυνον ἀναδέχεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλʼ ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος.

222. *ἀλλʼ εἰ] τινὲς ἀντὶ τοῦ εἴθε.

223. μᾶλλον θαλπωρή] ἐπιτήδειος ὁ τόπος πρὸς τὸ κοινωνοὺς ἐν [*](B=) τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ οὐ ποιεῖ Δόλων· διὸ καὶ ἀποτυγχάνει.

224. σύν τε δύʼ ἐρχομένω] ὡς τὸ “ἄμφω δʼ ἑζομένω, γεραρώτε- [*](A+) ρος ἦεν Ὀδυσσεύς” (Ιl. 3. 211).

225. * εἴ περ τι νοήσῃ] οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς.

[*](A+)

227. οἳ δʼ ἔθελον Διομήδει] προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων [*](Β=) δεικνύς, ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει τοὺς συγκινδυνεύοντας.

228. ἠθελέτην Αἴαντε δύω] παλαιᾶς ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ “ἤθελε” καὶ μὴ μεταλλάξαι εἰς τὸ ‘ἐβούλετο᾿ ἢ ἄλλο τι.

231. ὁ τλήμων Ὀδυσεύς] “ὁ τλήμων” πρὸς τὴν ἑτέραν ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο.

232. αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα] τολμητὴς ἦν οὐ μόνον ἐν τῷ παρόντι.

233. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων] πάντα [*](B–) Νέστωρ διῴκηκε καταπληχθέντος τοῦ βασιλέως. ἄτοπον δʼ 〈ἄν〉 ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι· νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνα- σφήλας φησὶ περὶ τοῦ ἀδελφοῦ. ἄτοπον γὰρ 〈ἂν〉 ἦν Νέστορα καὶ τοῦτο εἰπεῖν καταβάλλοντα τὸν Μενέλαον.

234. ἐμῷκεχαρισμένε θυμῷ]ἤδη χάριναὐτῷ τῆς προθυμίας ὁμολογεῖ.