Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

174. ἢ μάλα λυγρὸς ὄλεθρος—ἡὲ βιῶναι] ἄμφω τοὺς συνδέσ- μους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν· οὐκ εἶπε δὲ κρατῆσαι ἢ κρατηθῆναι, ἀλλʼ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι.

175. Φυλέος υἱόν] Μέγητα· καὶ ἀλλαχοῦ “Φυλείδην τε Μέγητα” [*](Α+) [*](5. κοιμᾷ A: κοιμᾶσαι ‖ 6. καταπληχθέντα B: καταπλήξαντα ‖ 13. sup- plevi ex A ‖ 17. φάσκειν B: ἀποφάσκειν ‖ 24. τοῦτο B: τούτῳ)

352
(Ιl. 19. 239). §. καὶ πῶς ἀριστεὺς ὑπάρχων οὐκ ἀνίσταται κατὰ Ἕκτορος (Ιl. 7. 161); ἢ ὅτι μείζων ἑαυτοῦ γέγονε, τὴν Ἐπειῶν προσλαβὼν ἀρχὴν μετὰ Διώρην (Ιl. 4. 517).

[*](B–)

176. ἄνστησον, σὺ γὰρ ἐσσὶ νεώτερος, εἴ μʼ ἐλεαίρεις] τὸ ἑξῆς “ἄνστησον, εἴ μʼ ἐλεαίρεις.” οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλʼ ‘ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με᾿ διὰ τὸ “σὺ μὲν πόνου οὔποτε λήγεις” (166). τὸ δὲ “σὺ γὰρἐσσὶ νεώτερος” πεφυλαγμένως προσέταξε πρὸς τὸ λῆμμα εἰπόντος“οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν᾿᾿ (165), ὡς, εἰ μὴ [*](A+) παρῆν, διʼ ἑαυτοῦ ἂν ὁ γέρων ἐκάλεσεν. §. τὸ δὲ “ἄνστησον ” διὰ τοῦ ν.

[*](B=)

179. τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως] ταχέως καὶ μεγαλείως· τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν;

[*](A B=)

182. ἀλλʼ ἐγρηγορτὶ—εἵατο] καλῶς οὕτε κατακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ προκάμωσι τῆς χρείας.

[*](B=)

ἐγρηγορτὶ σὺν τεύχεσιν] οἰκεῖον φύλαξι τὸ μὴ κοιμᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα.

[*](B=)

183. ὡς δὲ κύνες περὶ μῆλα] θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδοκῶντες ἔφοδον.

*δυσωρήσωνται] ὤρα ἡ φυλακή.

[*](B=)

186. ἀπό τε σφι〈σὶ〉ν ὕπνος ὄλωλεν] τοῖς κυσίν· θορύβου γὰρ παρεμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ κύνες. διὸ ὑπερβολικῶς εἶπε τὸ “ὄλωλεν,” ὡς μηδὲ ὕστερον εἰ βουληθεῖεν ὑπνωσόντων αὐτῶν.

[*](B=)

188. νύκτα φυλασσομένοισι κακήν] κοινῶς, ὡς ἂν εἴποις ‘ κακὴν νύκτα διήγαγον·ʼ καὶ ἔστι παθητικόν, ὑπὸ τοῦ ποιητοῦ Ἀττικῶς κείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ “δυσωρήσονται” (183)· δηλοῖ γὰρ τὴν δυσχερῆ παραφυλακήν.

[*](Α=)

* φυλασσομένοισι] ἀντὶ τοῦ φυλάσσουσιν.

188, 9. πεδίον〈δε〉 γὰρ αἰεὶ τετράφατο] διὰ τοῦ ἀεί δηλοῖ τοὺς μηδʼ ὅλως ἀφυπνίσαντας ἀντιστήσαντας τῷ ὕπνῳ τὸν φόβον.

189. * ἐπὶ Τρώων ἀίοιεν ἰόντων] ἐπιόντων ἀίοιεν.

190. τοὺς δʼ ὁ γέρων γήθησεν] τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων.

[*](8. ἔασι καὶ ἄλλοι ‖ 23. ὑπνωσσόντων B ‖ 25, 26. Ἀττικῶς κείμενον scripsi cf. Eust. P. 535, 18: προσκείμενον ut B ‖ 29. πεδίον γὰρ ἀεὶ τε in ras. novavit pr. ‖ τέτραφθʼ)
353

191. οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε] τεχνικῶς διὰ τοῦ παραγ- [*](B–) γεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ “φίλα τέκνα·” τῷ γὰρ συγγενικῷ ὀνόματι τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν. τοῦ δὲ παιδὸς οὐδʼ ὅλως ἐμνημόνευσεν.

193. μὴ χάρμα γενώμεθα] τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν [*](Β=) πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων ἐν αὐτοῖς εἶναι τὴν πᾶσαν Ἑλ- λήνων σωτηρίαν φησίν.

194. τάφροιο διέσσυτο] ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος [*](B=) πρόεισι δυσωπῶν αὐτούς. §. διὰ τί δὲ οὐ μᾶλλον ἔσω τοῦ τείχους [*](ΑB–) ἀσφαλέστερον βουλεύονται; ἀλλʼ ἐν τῷ στρατεύματι νυκτὸς συνι- όντες θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντα〈ς〉 μὴ τολ- μᾶν προϊέναι τῶν πυλῶν· ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς φάλαγγοςʼ ἦσαν δὲ ἤδη τὰ τῶν συμμάχων παυθέντα πυρά· διὸ ἔλαθον.

196. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱός] διὰ τὸν Ἰδομενέα καὶ Νέστορα· ἅμα δέ, ἵνα οἱ κατάσκοποι ὁπλισθῶσιν.

197. αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι] πιθανῶς τοὺς φύλακας εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις, ἐτίμησαν δὲ τοῖς ἔργοις ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παραλαβόντες.

198. ὀρυκτήν] τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν· ἢ ἀντιδια- [*](B=) στέλλει πρὸς τοὺς ἐξ ὄμβρων γινομένους ῥωχμούς.

199. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] “διεφαίνετο᾿᾿ ὡς ἐν σκότῳ οὐ [*](B=) καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κειμένων νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον.

ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων] ἄτοπόν φασι, μηδὲ τοὺς πρὸς τῇ τάφρῳ 〈ἀν〉ελέσθαι νεκρούς· ἀλλʼ οὐκ ἂν ἐπέγνωσαν νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν.

204. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνήρ] ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχε- [*](B=) ται· οὐκ ἔδει γὰρ προοιμίων ἀλλʼ ὀξυλαβίας τῷ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὗ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· [*](10. σὐ scripsi: μὴ ut B ‖ 11, 12. συνιόντες etiam Β2, περιιόντες B ‖ 13. supplevi ex B ‖ 16. καυθέντα || 17. τοῖσι ‖ 23. γενομένας ῥωγάδας B ‖ 32. ὀξυβουλίας B)

354
ἐλύπησε γὰρ 〈ὰν〉 αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ σωτηρίας καὶ τοὺς λοιποὺς ᾔσχυνεν. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλʼ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. εὖ δὲ καὶ τὸ αὐθαίρετον—“πεπίθοιτο” γὰρ οὐκ ἐμοὶ ἀλλ᾿ “ἑῷ αὐτοῦ θυμῷ᾿᾿ καὶ“τολμήεντι᾿᾿ —ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.

[*](A+Β=)

206. ἐλθεῖν εἴ τινά που] ὑποστίζων εἰς τὸ “ἐλθεῖν” τελειώσεις εἰς τὸ “ Ἀχαιούς” (210) καὶ τελειῶν εἰς τὸ “ἐλθεῖν” ἀποδώσεις εἰς τὸ “ἀνθρώπους” (213).

[*](B-)

ἕλοι ἐσχατόωντα] ζωγρῆσαι πρὸς τὸ πυθέσθαι τὰ παρὰ τοῖς πολε- μίοις. διὰ δὲ τοῦ “ἐσχατόωντα” τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως καὶ ἀντιπαρέβαλε τῷ “μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη” (212).