Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

212. νέρθεν, κάτωθεν. γίνεται οὖν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ “ἄναξ ἐνέρων Ἄιδωνεύς.” ἐξ αὐτοῦ ἔνερος ἔνερθεν καὶ ἀποβολῇ τοῦ ὲ νέρθεν. οὕτως οὖν καὶ τὸ ὑπένερθεν ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν.

243. λάθρη. ἐκ τοῦ λήθω τὸ λανθάνω ἔλαθον λάθω, ἀφʼ οὗ λάθρα. ὁ γὰρ λάθρα τι ποιῶν ὑπολανθάνειν πολλοὺς εἴωθεν.

291. ὕστερον· νσπερ παρὰ τὴν πρό πρόθεσιν γίνεται πρότερος καὶ παρὰ τὴν ὑπέρ ὑπέρτερος, οὕτω καὶ παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕπτερος καὶ τροπῇ τοῦ π εἰς c ὕστερος.

319. τετύκοντο] ἀπὸ τοῦ τεύχω ὁ δεύτερος ἀόριστος ἔτυχον, ὡς ἐλεύθω ἤλυθον ὁ παθητικὸς μέσος ἀόριστος ἐτυχόμην· ἴστεον δὲ ὅτι πολλάκις ὁ β΄ ἀόριστος ἀναδιπλασιάζεται καὶ γίνεται τέτυχον τετυ- χόμην τετυχόμεθα τετύχεσθε τετύχοντο καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο.

410. τὸ ὥκα ἐκ τοῦ ὠκέα ὥκα. τὸ δὲ ὠκέα ἐκ τοῦ ὠκύς. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα καὶ τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα καὶ τροπῇ τοῦ α εἰς η ἦκα. ἐτράπη δὲ τὸ α εἰς ω, καὶ ὥσπερ ἀπὸ τοῦ φάρος, ὃ σημαίνει τὸ ἱμάτιον, γίνεται φαριαμός καὶ φωριαμός, οὕτω καὶ ἀπὸ τοῦ ἄκα τροπῇ τοῦ α εἰς ω ὥκα.

413. ἄψορρον] ὀπισθορμήτως. ἔστι δὲ μεσότητος ἐπίρρημα. γίνεται δὲ ἐκ τοῦ ἄψ τοῦ σημαίνοντος τὸ ὀπίσσω καὶ τοῦ ὄρω τὸ διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς. τὸ δὲ ἄψ γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὸ ὀπίσω (οὐ μόνον γὰρ τὸ α σημαίνει τὸ ὁμοῦ)· καὶ πλεονασμῷ τοῦ ψ γίνεται ἄψ, καὶ ἐρύω αὐερύω τὸ εἰς τὸ ὀπίσω, πλεονασμῷ τοῦ υ, ὡς τὸ “αὐέρυσαν μὲν πρῶτα” (Il. Ι, 459). οἱ δὲ τὸ ἄψ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ· ὁ μέλλων ἕψω, ἔψ καὶ ἄψ.

479. ἐκ τοῦ σμερδνόν. τοῦτο ἐκ τοῦ μερίζω μεριδνὸν καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ σμερδνόν καὶ ἐξ αὐτοῦ σμερδναλέον καὶ ἀπο- βολῇ τοῦ ν σμερδαλέον. μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ καὶ οὐκ ἐῷ ἐν τῷ αὐτῷ μένειν.