Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

94. ἤνις. ἕνος ὁ ἐνιαυτὸς, παρώνυμον ἔνις, καὶ τροπῇ τοῦ ἱ εἰς η ἤνις ἤνιος Ἰωνικῶς. ἤνιας ἤνις συναλιφῇ, τὰς ἑνὸς οὔσας ἐνιαυτοῦ.

95. ἄστυ παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι τὰς πόλεις ἐφʼ ὑψηλῷ τόπῳ ᾠκοδόμουν.

381. τρεερὸς καὶ κράσει τῶν δύο εε εἰς η τρηρὸς ὁ δειλός· οὗ παρώνυμον τρήρων καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ δραστικὸς καὶ ἐρρωμένος τὴν γνώμην καὶ μὴ δειλὸς, καὶ τροπῇ τοῦ α εἰς ὁ ὀτρηρός. καὶ ἀτρεύς κατὰ στέρησιν τοῦ τρεῖν ἐγένετο, ὅ ἐστι φοβεῖσθαι καὶ κατὰ μετάθεσιν τοῦ ᾶ εἰς ο ότρεὺς, ἡ γενικὴ ὀτρῆος, ὡς τὸ “λαοὺς δʼ Ὀτρῆοςʼ (Il. 3, 180).

467. κόλπον] παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κόλος καὶ πλεονασμῷ τοῦ ὶ κόλπος.