Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. Πυγμαίοισι] ἐκ τοῦ πυγμή, ὅ ἐστιν εἶδος ἀγῶνος. τοῦτο παρὰ τὸ πτύσσω πτύξω, πτυγμή, καὶ ἀποβολῇ τοῦ τ πυγμή. σημαίνει δὲ ὅτι κλείοντες τοὺς δακτύλους πλήττομεν. σημαίνει καὶ τὸν γρόν- θον. ἐκ τοῦ πυγμή γοῦν πυγμαῖος.

7. ἠέριαι] ὀρθριναί, ἐκ τοῦ ἀήρ ἡ ἀορασία. ἀήρ ἀέρος ἠέρος, τροπῇ τοῦ ᾶ εἰς η· ἐξ αὐτοῦ ἠερία, αἱ ἠέριαι.

18. δοῦρε] ἐκ τοῦ δρὺς δρυός, καὶ ὑπερβιβασμῷ δουρός, ἐπὶ παντὸς λεγόμενον. ἢ παρὰ τὸ δέρω τὸ ἐκδέρω, ἤγουν τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα· ἢ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρυ τὶ ἂν καὶ δόρυ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. καὶ ὁ ποιητὴς, “ἐπεὶ οὕπω τοῖον ἀνήλυθεν ἐκ δόρυ αῖης” (Od. 6, 167).

26. αἰζηός· παρὰ τὸ αἰεὶ ζέειν καὶ ἀκμάζειν πρὸς τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός.

35. ἄψ τὸ ὀπίσω· γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, καὶ πλεονασμῷ τοῦ ψ, ἄψ τὸ ὁμοκέλευθον· ὡς τὸ ἐρύω, ἀερύω, καὶ πλεονασμῷ τοῦ ῦ, αὐερύω, τὸ εἰς τὸ ὀπίσω, ὡς τὸ αὐέρυσαν· ἢ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ ἔψ καὶ ἄψ.

38. αἰσχρός· ὡς παρὰ τὸ κῦδος κυδρός, οὕτω καὶ ἀπὸ τοῦ αἶ- σχος αἰσχρός· τὸ δὲ αἶσχος ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἴσχω· ἀΐσχω, αἶσχος· ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν.

39. ἠπεροπευτής· ἐκ τοῦ ἔπω τὸ λέγω ὀπεύς καὶ πλεονασμῷ τοῦ περ καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἠπεροπεύς, τροπῇ τοῦ α εἰς η, ὡς παρὰ τὸ ἔχω χεύς.

43. καγχαλόωσι] παρὰ τὸ χολόω, καὶ κατὰ ἀναδιπλασιασμὸν καγχαλόω, παρὰ τὸ ἐν χαλάσματι γίνεσθαι τὴν ψυχὴν χαίρουσαν.

45. ἀλκή] παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ, ἀρκή· καὶ μεταθέσει τοῦ ρ εἰς λ, ἀλκή. ἢ παρὰ τὸ ἀκμὴν τὴν ἡλικίας· τοῦτο παρὰ τὸ κμῶ τὸ κοπιῶ γίνεται κμή· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.

47. ἑτάρους] ἐκ τοῦ ἑταῖρος· τοῦτο ἐκ τοῦ ἔθος ἐθαῖος, ὡς δρόμος δρομαῖος· πλεονασμῷ τοῦ ρ, ἐθαῖρος· τροπῇ δὲ τοῦ δασέος εἰς ψιλὸν γέγονεν ἑταῖρος, οἱονεὶ συνήθης καὶ φίλος.

ἐρίηρας] ἄγαν εὐαρμόστους καὶ φίλους τοῦ Ἄλεξάνδρου, τουτέ-

377
στιν ἅρπαγας, πλεονέκτας καὶ μοιχούς. γίνεται δὲ ἐκ τοῦ ερι ἐπι- τατικοῦ καὶ τοῦ ἄρω τὸ ἁρμόζω, οἱονεὶ ὁ εὐάρμοστος· ἢ παρὰ τὸ ἤρα, ὃ σημαίνει τὴν χάριν, ὡς τὸ “ἐπὶ ἤρα φέροντες.”

54. κίθαρις] ἡ κιθάρα. γίνεται δὲ παρὰ τὸ κίω τὸ κινῶ κιάρα καὶ πλεονασμῷ τοῦ θ κιθάρα. ἐτυμολογεῖται δὲ παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούοντας.

71. κρείσσων] παρὰ τὸ κρατῶ κρατείω κροσσῶν, τροπῇ τοῦ α εἰς ε κρέσσων, ὡς βάραθρον βέρεθρον, πλεονασμῷ τοῦ ι κρείσσων.

83. στεῦται] ὑπισχνεῖται, διαβεβαιοῦται. γίνεται δὲ ἀπὸ τοῦ στεύομαι στεύεται, καὶ ἐν συγκοπῇ στεῦται· τὸ θέμα στεύω· τοῦτο ἀπὸ τοῦ στῶ.