Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

50. λιγυφθόγγοισιν] ἐκ τοῦ λιγύς καὶ τοῦ φθόγγος. τὸ δὲ λιγύς παρὰ τὸ λέγω λεγύς καὶ λιγύς· ἢ ἀπὸ τοῦ λίαν ἡδύς.

52. ὥκα] ἐκ τοῦ ὠκύς ὠκέα ὦκα. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα. τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα, καὶ μεταθέσει τοῦ ᾱ εἰς ἡ ἦκα, ὡς τὸ “ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγό- ρευον” (Il. 3, 155). ἀντὶ τοῦ μετὰ ἡσυχίας, καὶ τροπῇ τοῦ ὰ εἰς ω μέγα ὦκα, ὥσπερ φᾶρος τὸ ἱμάτιον, ἐξ οὗ φωριαμός. Similia in Etym. M. p. 821, I2 et in Crameri Anecd. Oxon. vol. 1 p. 448.

55. ἠρτύνετο] ἐκ τοῦ ἀρτύω· τοῦτο δὲ παρὰ τὸ ἀρτῶ. τοῦτο παρὰ τὸ ἄρω τὸ ἁρμόζω· ὁ μέλλων ἀρῶ ἀρώσω, Αἰολικῶς ἄρσω καὶ ἀρτός. ἐκ γὰρ τοῦ ἀρτύω ἀρτύνω, ἐξ οὗ καὶ τὸ “ἡρτύνθη μάχη” (Il. 11, 216.)

67. ἔχοντες] τὸ ἔχω σημαίνει ιγ, τὸ κρατῶ· “ἐν δʼ ἄρα χειρὶ

368
ἔγχος ἔχ’ ἑνδεκάπηχυ” (Il. 8, 493). τὸ καταλαμβάνω· “αλλʼ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν ὕπνος ἔχε γλυκερός” (Il. 3). τὸ φυλάσσω· “ὧς οἱ μὲν Τρῶες φυλακὰς ἔχον” (lI. 9, 1). τὸ ἐπιμελοῦμαι· “ὅς μοι κῆπον ἔχει πολυδένδρεον” (Od. 4, 737). τὸ συνοικῶ γυναικί “τὴν εἶχε κρείων Ἑλικάων” (Il. 3, 123). τὸ ἐλαύνω· “τω διὰ Σκαιῶν πεδίων ἔχον ὠκέας ἵππους (ib. 263). τὸ κτῶμαι· “ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ” (ib. 412). τὸ πλησιάζω, ἐξ οὗ καὶ τὸ ἐγγύς, ὡς τὸ “ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι” (Psalm. 139, 6). τὸ οἰκῶ, ὡς ἐνταῦθα. τὸ κατέχω καὶ κρατῶ· “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αίπ” (Il. 3, 243). τὸ βαστάζω· “τόξʼ μοι- σιν ἔχων ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45). τὸ κρύπτω. “Τἀλλὰ καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (ib. 82). τὸ φορῶ· “τῶνδʼ οἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ μαχαίρας” (Il. 18, 595).

73. θέμις] παρὰ τὸ τίθημι τίθεμαι θεμός καὶ θέμις καὶ θέμιτα καὶ θέμιστας κατὰ πλεονασμόν.

75. ἐρητύειν] ἐκ τοῦ εἱρκτή εἱρκτύω, ἐξ αὐτοῦ ἐρητύω ἐρητύσω, ὁ μέσος παρακείμενος εἰρήτυκα, ὁ παθητικὸς εἰρήτυμαι ἐρητυθείην ἐρήτυθεν.

87. ἠΰτε] ἐκ τοῦ ὡς γίνεται, καὶ πῶς ἐκ τοῦ ὥς; κανών ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυπάρχοντά τινι εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῆ. οὕτως οὖν καὶ ἀπὸ τοῦ ὣς ἦ, καὶ πλεονασμῷ τοῦ ῦ ἠΰ. ψιλοῦται δὲ ὡς τοῦ πλεονάσαντος.

88. γλαφυρῆς] γίνεται ἐκ τοῦ γλάφω τὸ διορύττω, ἐξ οὗ καὶ γλάφυ. σημαίνει δὲ τὸ σπήλαιον· “καὶ γλάφυ πετρῆεν” (Hesiod. Op. 531). ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα, ὡς τὸ “ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσιν” (Od. 4, 438). ἐπὶ δὲ τοῦ ἡδέος περὶ τοῦ διο- ρύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν.

90. ἄλις ἐκ τῆς ἁλός γενικῆς. ἐν αὐτῷ γὰρ ἱκανὸν καὶ ἀθρόον ἐστὶ τὸ ὕδωρ.

[*](20. “Seribe συνυrάρχοντα ἔχει τινὰ 9 σύ μὴν ἀλλὰ καὶ οὕτως φαμέν. τοῖς-. εἰς ᾖ λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, Post ἡ θέμις ἐστί v. 14 exciderunt οἷον-διχῆ, οὕτως οὖν καὶ ἀπὸ τοῦ ὧς haec: καὶ ἐν συντάξει τοῦ τε “ὅτε ῇ καὶ ὅτε, καὶ πλεονασμῷ τοῦ ν ἠῦτε. ξείνων θέμιςέστί.” Nec scripsit v. 3 Apollonium quoque in eadem re καὶ παρὰ τοῦτο τὸ ἀ ἀποτελεἵταί τι Adv. p. 559 misere corruptum ἕτερον τὸ ἥ κατὰ μετάληψιν τοῦ α εἰς video. Verba σὺ μήν ἀλλὰ quae le- τὸ ῇ, sed ἰωνικώρτερον.” LEHRS. in guutur p. 559, 2 transfereιmusad v. Append. ad Herodianum p. 461.)
369

135. σπάρτα] ἐκ τοῦ σπαρτίου· τοῦτο ἐκ τοῦ σπειρῶ τὸ εἱ- λίσσω, ἐξ οὗ καὶ σπείρημα τὸ τοῦ ὄφεως εἵλιγμα. σπάρτον οὖν καὶ σπαρτίον. σπερ οὖν ἀπὸ τοῦ μηρία μῆρα, οὕτως καὶ ἀπὸ τοῦ σπαρτία σπάρτα.

142. στήθεσσιν] στῆθος ἐκ τοῦ σιτίον καὶ τοῦ ὔθω, σιτίωθόν τι ὂν, παρὰ τὸ τὰ σιτία διʼ αὐτοῦ ὠθεῖσθαι· καὶ κατὰ συγκοπὴν στῶ- θος καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος. ἔνιοι δὲ παρὰ τὸ ἵστημι, στήσω, στῆθος, τὸ ὀρθῶς ἱστάμενον, καὶ μὴ ἐπικεκαμμένως.

144. μακρά] ἐκ τοῦ μῆκος μηκρός καὶ μηκρόν, καὶ ὥσπερ ἐκ τοῦ κῦδος κυδρὸς καὶ “κυδρὴ παράκοιτις,” οὕτω καὶ ἐκ τοῦ μῆκος μηκρός καὶ μακρός. ἐτράπη γὰρ τὸ μακρὸν εἰς βραχύ.

145. νότος] παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὀνόσω, ὄνοτος, καὶ ἀφαι- ρέσει τοῦ ὅ, νότος, ὁ βλαπτικὸς οἱονεὶ τῶν καρπῶν καὶ σωμάτων.

147. Ζέφυρος ὁ ἐκ ζόφου φερόμενος, ἤγουν τῆς δύσεως· οἱ γὰρ ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν. ἔνιοι δὲ ἐκ τοῦ τὸ ζῆν φέρειν, ὁ τὸ ζῆν πᾶσι παρέχων· τῷ γὰρ θέρει πνέοντος αὑτοῦ αὔξονται οἱ καρποὶ διʼ ὧν τὸ ζῆν ἔχομεν. λήῖον ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ ἴω τὸ πορεύομαι καὶ τροπῇ τοῦ α εἰς ῇ λήῖον.

157. αἰγιόχοιο] παρὰ τὸ αἴξ αἰγός αἰγί, καὶ τοῦ ὀχή, ὃ σημαίνει τὴν τροφήν· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. οἱ δὲ, ὅτι σκέπαστρον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. οἱ δὲ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ ὁ ἄνεμος αἰγίς. οἱ δὲ Αἶγα πρώτην τὴν τοῦ Πανὸς θυγατέρα. ἐκ τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς ἡμᾶς τρέφουσα, κατʼ ἐπαύ- ξησιν δὲ τοῦ ο εἰς ω.

170. ἐύσσέλμοιο] ὄνομα σύνθετον ἐὖσελμος, ἐκ τοῦ εὗ μορίου καὶ τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα. καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα, οὕτως ἐστὶ σελίς (σημαίνει δὲ τὴν καθέδραν· καὶ σελάζω ἐξ αὐτοῦ) ἡ γενικὴ σελίδος, καὶ ἐξ αὐτοῦ ῥῆμα σελίζω, σέλισμα, καὶ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος, ὡς σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ἐν διφθόγγου ἐὖσελμος.

191. ἵδρυε] ἐκ τοῦ ἵζω τὸ καθέζομαι· καὶ τροπῇ τοῦ ξ εἰς δ Αἰολικῶς, ὥσπερ ζυγός δυγός, γίνεται ἴδω, καὶ κατὰ παραγωγὴν ἰθύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω.

[*](11. *ἐτράπη] ἐτράπετο 19. καὶ τοῦ] *κοὶ τὸ 29. * σελάζω] σέλα)
370

209. πολυφλοίσβοιο] φλοῖσβος ἡ τῶν κυμάτων ἀλλεπάλληλος ἔγερσις καὶ συνεχὴς πάλιν ἀπόπαυσις. ἔστι δὲ ὄνομα πεποιημένον, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125). φλοῖσβος δὲ γίνεται ἐκ τοῦ φλογίζω, φλογισμός, ἀποβολῇ τοῦ γ φλοϊσμός, καὶ συναιρέσει φλοισμός, καὶ τροπῇ τοῦχμ εἰς β φλοῖσβος· κατὰ ἀντίφρασιν ἡ μὴ φλέγουσα· γίνεται δὲ ἀπὸ τοῦ φλῶ τὸ ἀναπέμπω, φλέω, ὁ ἀναδιδόμενος ἤχος τῆς θαλάσ- σης.

217. χωλός] ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ὁ τὸ ὀστοῦν βεβλαμμένον ἔχων· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μεταβάσει τοῦ τόνου γίνεται χωλός.

ὤμῶ] ἐκ τοῦ οἴσω μέλλοντος· ὁ γὰρ ἐνεστώς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπεται τὸ ω εἰς οἱ, ὡς ἀγκῶνος ἀγκώνη ἀγκοίνη, θῶ τὸ εὐωχοῦμαι θώσω θώνη καὶ θοίνη, οὕτω καὶ ἡ οἱ εἰς ω τρέπεται. Con. Etym. M. p. 822, 24.

218. κυρτώ] κυρτός παρὰ τὸ κύπτω, κυπτός, πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός. κύρτος δὲ, παροξύτονον, εἶδος δικτύου, ὡς σπυρίδιον, τὸ λεγόμενον κυρτάριον.

συνοχωκότε] ἐκ τοῦ συνέχω συνοχῶ ῥῆμα· ὁ μέλλων συνοχήσω, συνώχηκα, συνωχηκώς, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, διὰ δὲ τὸ μέτρον τὸ ὸ μικρόν.