Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

152. ἐκ τοῦ ἀρτύω. τοῦτο παρὰ τὸ ἀρτῶ, τοῦτο παρὰ τὸ ἄρω τὸ ἁρμόζω. ὁ μέλλων ἀρῶ καὶ Αἰολικῶς ἄρσω. καὶ ἄρτος ὄνομα ῥημα- τικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω. ἐκ γοῦν τοῦ ἀρτύω γέγονεν ἀρτύνω.

244. ἀρίζηλος ὁ διάδηλος καὶ φανερός. καὶ γίνεται ἐκ τοῦ αρι ἐπιτατικοῦ μορίου. τοῦτο ἐκ τῆς περί προθέσεως. αὕτη γὰρ ἡνίκα ὀξύνεται, τὸ περισσῶς σημαίνει “περὶ μέν σε τίω” (Il. 4, 257) καὶ Δωρικῷ ἔθει τρέπεται τὸ ε εἰς α, ἡνίκα δὲ τραπῇ, ἀποβάλλει καὶ τὸ κατʼ ἀρχὰς σύμφωνον, οἷον μέχρι ἄχρι, τουτέστι πέρι καὶ Δωρικῶς ἀρί τὸ περισσῶς. καὶ τὸ δῆλος, ὃ σημαίνει τὸν φανερὸν, ἀρίδηλος ὁ πάνυ φανερός. τὸ δὲ δῆλος παρὰ τὸ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου καὶ τροπῇ τοῦ εἰς ῇ δῆλος καὶ μετὰ τοῦ αρι ἀρίδηλος καὶ πλεονασμῷ τοῦ σ ἀρίσ- δηλος, καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ σ καὶ δ σύγκειται συναιρέσει τοῦ σ καὶ δ εἰς ζ γίνεται ἀρίζηλος.

269. ἀλκή. παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ ἀρκή καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκή· ἢ παρὰ τὴν ἀκμὴν τὴν ἡλικίαν, τοῦτο παρὰ τὸ κμῶ τὸ κοπιῶ γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ ᾱ ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.

305. ἤϊσαν ἐπορεύοντο. γίνεται δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι ὁ ἀόριστος εἶσα. τὸ γ΄ τῶν πληθυντικῶν εἶσαν καὶ διαλύσει ἔϊσαν καὶ ἐκτάσει ἤϊσαν.