Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

143. καλλιπάρηος γίνεται ἐκ τοῦ κάλλος καὶ τοῦ παρειά. τοῦτο δὲ παρὰ τὸ ἐπαίρω τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ τὸ κάλλος ἐν συνθέσει διὰ τοῦ ἱ γράφεται. οἱ δὲ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσι καὶ οἱ Δωριεῖς τὸ ε εἰς η.

147. ἑκάεργος ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν τῆς ἡμετέρας ἀφεστηκνς γῆς. εἰκὸς δέ ἐστιν ἑκάεργον ὁμώνυμον εἶναι τῆς ἐξ Ὑπερβορέων ἐπὶ Δῆλον τὰς ἀπαρχὰς ἐνεγ- κούσης.

149. κερδαλεόφρον, παρὰ τὸ κερδαλέος καὶ τὸ φρένα. τὸ δὲ κερδαλέον παρὰ τὸ κερδῶ κερδαίνω, τὸ κερδαίνω παρὰ τὸ κέαρ καὶ τὸ αἶνος, τουτέστιν ὁ τὸ κέαρ ἰαίνων.

152. αἰχμητάων παρὰ τὸ αἰχμά αἰχμῶ αἰχμᾶς αἰχμάσω αἰχμὴ, ἤτοι παρὰ τὸ ἀίσσω γέγονε ἰαχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ ἄρ. αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. οἱ Δωριεῖς δὲ καὶ τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας διὰ τοῦ αων προ- φέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων.” μελαι- νάων ὀδυνάων” (Il. 4, 191). αἰχμηταί αἰχμητάων. Similia in Crameri Anecd. Oxon. vol. 1 p. 23, 23.

165. πολυάῖκος ἐκ τοῦ πολύ καὶ τοῦ ἀίσσω ἀίξω ἄϊξ ἄϊκος.

181. ὄθομαι παρὰ τὸ θέω καὶ ἐν ὑπερβιβασμῷ ἔθω καὶ τροπῇ τοῦ ο εἰς ε ὄθω, ἐξ οὗ ὀθόνη, ἐκ τοῦ ὅθω ὁ μέλλων ὄσω.

188. ἦτορ παρὰ τὸ ἀήτης ὁ ἄνεμος. τοῦτο ἐκ τοῦ ἄω τὸ πνέω, ἀῆτορ καὶ ἀφαιρέσει τοῦ α ἤτορ· πνεῦμα γάρ ἐστιν ἡ ψυχή. Cont. Etym. M. p. 439, 30 et Cramer. Anecd. Oxon. vol. 1 p. 182, 27.

366

189. μερμήριξε] παρὰ τὸ μερίζω· τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω μερῶ. μερίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω, ἐκ τοῦ ἐπὶ τάδε καὶ τάδε μερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. ὅθεν καὶ μερμήρας τὰς φροντίδας καὶ μερίμνας ἔνιοι λέγουσιν.

190. φάσγανον] οἱ μὲν ἀπὸ τοῦ φῶ τὸ φονεύω, οἱ δὲ ἀπὸ τοῦ σφάζω, σφάγανον καὶ φάσγανον.

194. κολεοῖο] κολεός ἐκ τοῦ κοῖλον τὸ βαθύ· τοῦτο ἐκ τοῦ κῶ τὸ κεῖμαι, παρὰ τὸ κεῖσθαι ὅλον, κοιλεός, καὶ ἀφαιρέσει τοῦ ὁ ἢ τροπῇ τοῦ ῑ εἰς υ κουλεὸς καὶ κολεός.

ξίφος] παρὰ τὸ ὀξύνεσθαι πρὸς φόνον. γίνεται ἐκ τοῦ ξύω ξύσω ξύφος καὶ ξίφος.

199. θάμβησεν] ἐκ τοῦ θάμβος. τοῦτο παρὰ τὸ θάπος· τοῦτο παρὰ τὸ θήπω τὸ ἐκπλήττομαι. θαπῶ, καὶ πλεονασμῷ τοῦ μ καὶ τροπῇ τοῦ π εἰς β θαμβῶ θαμβήσω.

201. καί μιν] αὐτήν, ἀπὸ τοῦ τρίτου προσώπου πρωτοτύπου, ἐγώ, σύ, ἴ· τοῦτο γὰρ τὸ ἴ, ὡς τρίτον βραχυνόμενον πρόσωπον, ἐφέλκει τὸ ῦ, ἔτυψε ἔτυψεν· καὶ πλεονασμῷ τοῦ μ μίν, ὡς ἴα μία, χεράδιον χερμάδιον. σημαίνει δὲ τρία, αὐτόν, αὐτήν, αὐτό.

206. γλαυκῶπις παρὰ τὸ γλάσσω γλάζω τὸ λάμπω, ἢ παρὰ τὸ γλαύκω, ἐξ οὗ καὶ γλαῦξ τὸ ὄρνεον.

210. ξίφος ἐκ τοῦ ξύω ξύφος καὶ ξίφος, τὸ πρὸς φόνον ὀξυνό- μενον. Idem fere ad v. 194.

213. ἀγλαά] ἐκ τοῦ ἀγάλλω, ἐφʼ οὗ τις ἀγάλλεται. ἢ παρὰ τὴν αἴγλην, ὅ ἐστιν ἀπὸ τοῦ ἀίσσειν· ὁρμᾶται γὰρ ἡ λαμπηδών.

237. φλοιός· ἐκ τοῦ φλῶ τὸ ἀναδίδωμι καὶ ἀναπέμπω, φλοῦς φλόος καὶ φλοιὸς.

303. αἶψα] ἐκ τοῦ ἴπτω τὸ βλάπτω, ἴψα ἴψα, καὶ μετὰ τοῦ στε- ρητικοῦ α ἄιψα, καὶ συναιρέσει αἶψα ἐπίρρημα· τὸ γὰρ ἀνεμπόδι- στον ταχέως γίνεται.

ἐρωήσει] παρὰ τὸ ῥῶ, ῥέω, τὸ φθείρω, ἐξ οὗ καὶ ῥᾶον, ὡς γνῶ γνώ· ὅθεν καὶ τὸ “ἐπερρώσαντο ἄνακτος.” καὶ γίνεται ῥωή, ὡς ζῶ ζωή, πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ, ἐρωήσω· ἢ παρὰ τὸ ῥέω, ἐρωή.

[*](33. * ῥῆμα—έρωἡ] ῥῆμα ῥωω ῥωήσω παρὰ τὸ ἔρω ἐρωή.)
367

316. παρὰ θῖʼ] ἡ παρά τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν τὸ ἔξω πλέειν. αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καὶ ἔστι παρὰ τὸ αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν ῥηγμῖνα καὶ θῖνα. ἀκτὴ μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς, παρὰ τὸ ἄγ- νυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα. ῥηγμὶν δὲ ὁ πρὸς ἄνεμον αἰγιαλὸς, παρὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα· θὶν δὲ ὁ εὔδιος καὶ ἡσύχιος αἰγιαλὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖ τὰ κύματα ἀποτίθεσθαι.

566. χραίσμωσι] βοηθήσωσι. ἔστι δὲ ὑποτακτικοῦ δευτέρου ἀορί- στου. τὸ θέμα χραισμῶ. ὁ δεύτερος ἀόριστος ἔχραισμον. γέγονε δὲ τὸ χραισμῶ ἀπὸ τοῦ χρήσιμος χρησιμῶ· συστολῇ τοῦ η εἰς α, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ι, χραισμῶ. τὸ δὲ χρήσιμος ἀπὸ τοῦ χρῄω, ἢ ἀπὸ τοῦ χρῶ, χρήσω, ἀφʼ οὗ καὶ ἀχρεῖος. Similia supra ad v. 28.

596. κύκελλον] ποτήριον. γίνεται δὲ παρὰ τὸ κυφός ἢ παρὰ τὸ κύπτω, τὸ κεκυρτωμένον καὶ περιφερές· ἢ παρὰ τὸ χύειν τὸν πηλὸν, τουτέστι τὸν οἶνον. πηλὸς γὰρ παρὰ Ἀττικοῖς ὁ οἶνος, παρὰ τὸ πάλλειν τὰς φρένας καὶ τὰς καρδίας τῶν πινόντων τοῦτον πολύν· ἀφʼ οὗ καὶ κάπηλος, παρὰ τὸ κακύνειν τὸν πηλὸν ἤγουν τὸν οἶνον.