Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

64. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς] πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν τοῦ παιδὸς οὐ θελήσαντος ἐπὶ τοῦ πατρὸς ἐρίζειν τῇ γυναικί.

65. ἀποσκύδμαινε] ὥσπερ ἐρίζω ἐριδμαίνω, οὕτω καὶ σκύζω σκυδμαίνω. ἢ ἀπὸ τῶν ὀργιζομένων λεόντων ἐπὶ τῇ ἀφαιρέσει τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστολῆς τοῦ δέρματος.

66. οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται] οὐχ ἕνα μόνον τιμήσομεν· ἢ οὐχ ὁμοία ἡ ἐπὶ πάντας ἔσται τιμή.

68. ἔμοιγʼ] λείπει τὸ δοκεῖ· ἢ ὡς ἐμοὶ καὶ τοῖς ἄλλοις ἦν φίλος.

69. ἐΐσης] τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας ἀπένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, τούτῳ δὲ πλέον.

[*](1. * ὡς] om. terum, καλῶς τὸ ἀ. γῆ π., ὅτι ἀπὸ γῆς καὶ Ἡράκλειτος (cius haec verba τὸ σῶμα, ὡς καὶ E. καὶ Ἡ. ν. κ. ἐ. :— esse ex Plutarcho novimus Moral. 10. *καὶ πρῶτος] καὶ om. p. 669 a) addidi ex Townl., in quo 18. *ὑποσχομένου] ὑποσχόμενος duo sunt scholia, prius, κωφήν: 23. *οὕτω καὶ] om. βαρὺ γὰρ καὶ γεῶδες τὸ σῶμα :— al- 24. λεόντων] *λεαινῶν)
340

71. κλέψαι μὲν ἐάσομεν] τὴν περὶ τοῦ κλέψαι βουλὴν ἐάσομεν.

73. μήτηρ παρμέμβλωκε] ψευδὲς τοῦτο. τάχα οὖν φησὶν ὅτι ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύς.

74. ἀλλ’ εἴ τις] ἀλλʼ εἴθε τις. ὥσπερ δὲ εἰπόντος “ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν” (II.1,62) ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις. Θέτιν] τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ τῆς συμβου- λῆς εὐπαράδεκτον. ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης.

78. Σάμου] τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλεγον. ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα οἰκισθεῖσα ὑπὸ Σαμίων, ὧν τὰ σκάφη οἱ αἰχμάλωτοι Θρᾷκες κατέδυσαν, Σαμοθρᾴκη ὠνόμασται.

80. μολυβδαίνῃ] τῷ μολύβδῳ ὃ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ.

81. κέρας] ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθίεσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ. οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν τριχῶν.

85. ἔμελλε] ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει.

86. ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς Ἕκτορος ταφὰς, προλαβεῖν τι ἐπιχειρεῖ τῶν ἑξῆς, καὶ τὸ κέντρον ἐγκαταλι- πεῖν, ὡς ὁ κωμικός φησι, τοῖς ἀκροωμένοις, ὥστε ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι, καὶ ἐννοεῖν παρʼ ἑαυτοῖς οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα.

88. ἄφθιτα] ἀναλλοίωτα καὶ ἀμετάβλητα.

90, 91. τὸ ἑξῆς, τίπτε μʼ ἄνωγε μίσγεσθʼ ἀθανάτοισιν. ἢ λείπει τὸ ἐλθεῖν μετὰ τὸ θεός.

91. ὁ δέ ἀντὶ τοῦ γάρ. ἄκριτα δὲ τὰ ἀναρίθμητα.

92. οὐδʼ ἅλιον ἔπος ἔσσεται] οὐ ματαιώσω τὴν κέλευσιν αὐτοῦ.

94. ἔσθος] παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ καὶ πενθούσῃ θεῷ τὸ μέλαν.

96. λιάζετο] ὑπεχωρίζετο, διίστατο, ὥσπερ ὁδὸν παρέχον.

97. οὐρανόν] τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον. ἀκτὴν δὲ τὴν τοῦ μέλανος κόλπου.