Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

711. τιλλέσθην] ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.

722. ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι.

725. νέος ὅλεο] νέος ἐξεκόπης τῆς ζωῆς. ἀπὸ οἰκτροῦ δὲ ἤρξατο, τὴν ἐκκοπὴν τῆς ἤβης ὀδυρομένη· τοὺς γὰρ ἐν γήρᾳ θανόντας μᾶλλον εὐδαιμονίζομεν.

731. νηυσὶν οἰχήσονται] ἀντὶ τοῦ ἐπὶ νηῶν πορεύσονται.

734. ἀεθλεύων πρὸ ἄνακτος] κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ Πίνδαρός φησι PIytt. 4, 72) “λυσίπονοι δεσποτῶν θεράποντες·” ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφορούσιν.

735. ῥίψει ἑλών] ἢ ὡς ἐκ στοχασμοῦ, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι.

739. πατὴρ τεός] νῦν περὶ αὐτοῦ, εἶτα πρὸς αὐτόν.

741. ἀρητόν] ἐπάρατον, ἢ ἐπιβλαβῆ, ἢ ἀεὶ ῥητόν. ἐκ τοῦ περὶ αὐτοῦ δὲ εἰς τὸ πρὸς αὐτόν.

744. οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος] ταῦτα βιωτικά· γλυκὺ γὰρ ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυθίαν. πυκινὸν δὲ ἔπος τὸ πρὸς βιοτείαν λυσιτελές.

746. ἐπὶ δέ] οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ σὺν αὐτῇ. οὐκ ἡδύνατο δὲ πάντα ὑφʼ ἓν εἰπεῖν.

752. ἐπεξηγεῖται τὸ πέρνασκε διὰ τοῦ πέρην.

753. ἀμιχθαλόεσσαν] κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πετρώδη καὶ ἀπόκρημνον. οἱ δὲ ἄμικτον, διὰ τὸ ἐκ θαλάσσης δυσπρόσιτον καὶ τὴν τραχύτητα. οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον τοῖς πλέουσιν.

[*](23. ἀεὶ ῥητόν] ἀείρρητον. Correxi 2 p. 125, 19) et Etym. M. p. 140, ex Scholio Ven. A ad 17, 37 (vol. 42.)
361

757. πρόσφατος] νεωστὶ πεφονευμένος. ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός.

759. ἀγανοῖς] πράοις διὰ τὸ ἀνώδυνον. γυναικείως δὲ μακαρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα.

765. τόδε εἰκοστὸν ἔτος] ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἤλθεν Ἕλένη, εγε δεκαετὴς μὲν ὁ τοῦ πολέμου χρόνος ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς εἰς θάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρητοῦντο τὸν πόλεμον, καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶi δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.

776. δῆμος ἀπείρων] οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ αὐτὸ τὸ ἄπειρον πλῆθος. ἐπὶ πλείστῳ δὲ ἐλέει καταστρέφει τὴν Ἰλιάδα· ὅθεν οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν.

777. τὸ ὁ γέρων διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔκτιμον πρόσκειται, ὡς τὸ 'Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν” (Il. I1, 636).

784. ἐννῆμαρ] σπεύδουσι γὰρ τῇ δεκάτῃ καὶ ἑνδεκάτῃ τελειῶσαι τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη.

799. περὶ δὲ σκοποί] στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύ- σαντας ἀστρατηγήτους ἑαυτοὺς τοῖς πολεμίοις Ἕλλησι παραδοῦναι, καὶ νουνεχείας πολλῆς.

804. ὧς οἵ γʼ ἀμφίεπον] Μενεκράτης φησὶν αἰσθόμενον ἑαυτοῦ ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν ἐᾶσαι τὰ μεθʼ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο ἑαυτῷ τὰ λοιπὰ τῶν ζητημά- των εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας τοῦ Ὀδυσσέως μόνον· ἐν τῷ μέσῳ οὖν τὰ περὶ Μενελάου καὶ Μέστορος καὶ Ἀγαμέμνονος καὶ ἀπλῶς περὶ τοῦ ἀπόπλου διέξεισι καὶ τοῦ δουρείου ἵππου. ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι αὐτόν.

[*](31. ∗ μακρὰν] ἄκραν brariis versus τῷ, συντελεστῇ τῶν 32. In fine paginae usitatus li- καλῶν θεῷ χάρι.)