Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

30. μαχλοσύνην] τὰ πρὸς πορνείαν ἐπιτήδεια, τὴν κόμην δηλονότι καὶ τὸ εἶδος.

31. ἐκ τοῖο] ἐξ οὗ Ἕκτωρ ἀπέθανεν. εἶτα ὑλοτόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν (107) “ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὀρώρει.” ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσε Τρωσὶ γνωσιμαχῆσαι. ἢ ὅτι πλέον ἐβούλετο Πάτροκλον ὁ στρατη- γῶν Ἀχιλλεὺς πενθῆσαι.

33. σχέτλιοι] ἐπιβλαβῆ καὶ δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ δηλήμονες, ὅ ἐστι φθαρτικοί. καὶ τοῖς μὲν Τρωϊ- κοῖς μέμφεται ὅτι τῶν θανόντων ἀμελοῦσι φίλων, τοῖς δὲ Ἑλληνικοῖς ὅτι πέρα τοῦ δέοντος θυμοῦνται.

36. οἰκτίζεται γονέων μνησθεὶς καὶ γαμετῆς καὶ τέκνων, εἰργο- μένων τῷ φιλτάτῳ τοῦ κοινοῦ μεταδοῦναι πυρός.

39. ὀλοῷ] ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ.

ἐπαρήγειν] βούλεσθε προσεῖναι καὶ προστίθεσθαι καὶ τοῖς ἐκείνου εἴκειν θελήμασιν.

41. γναμπτόν] εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ- θηκε τὴν Ἀχιλλέως ὠμότητα.

42. περισσόν ἐστιν, εἰ μὴ λείπει τινός.

46. μέλλει] ἀντὶ τοῦ ἔοικεν.

47. κασίγνητον ὁμογάστριον] οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς δὲ ὁμοπατρίους οὐκ ᾤοντο τελείας συγγενείας εἶναι· “ἐπεὶ οὐχ ὁμο- γάστριος Έκτορός εἰμι” (Il. 21, 95).

49. τλητὸν γάρ] τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης.

52. ἄμεινον] λείπει τὸ ἔσται, ἢ τοῦ παύσασθαι.

53. ἀθετεῖται· πῶς γὰρ ὃν ὀλοὸν εἶπεν, νῦν ἀγαθόν φησιν; ἢ ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν.

54. κωφήν] ἀντὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ εἰδικῷ ἀντὶ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προῖέμενον φωνήν· “κωφὸν γὰρ βέλος” (Il. 11, 390) καὶ “κύματι κωφῷ” (Il. 14, 16). καλῶς δὲ τὸ ἀναί- σθητον γῇ παρείκασεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, καὶ ὅτι βαρὺ καὶ

339
γεῶδες, ὡς καὶ Ἐμπεδοκλῆς φησὶ καὶ Ἡράκλειτος “νέκυες κοπρίων ἐκβλητότεροι”

55. χολωσαμένη] ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται· οὐ γὰρ ὅτι οὐχ ἥμαρτεν ἀπολο- γεῖται, ἀλλʼ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ Ἀπόλλωνος εἰρημένον “ἀλλ’ ὀλοῷ Ἀχιλῆῖ θεοὶ βούλεσθʼ ἐπαρήγειν,” καί φησιν ὅτι δεόν- τως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν.

56. τεὸν ἔπος] πρέπον σεαυτῷ εἴρηκας· ἢ ἔοικε σὸν τὸ ἔπος εἶναι· ἢ εἴη ἂν καὶ τοῦτο τὸ ἔπος τῶν σῶν φλυαρημάτων.

57. θήσετε] ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ ἄλλος τις.

58. γυναῖκα] ἀντὶ τοῦ γυναικός, ὡς τὸ “ὁ δʼ ἐρινεὸν τάμνε νέους ὅρπηκας (Il. 21, 73)· ἢ γυναικεῖον· ἢ παρέλκει τὸ μαζόν. ἢ λείπει εἰς τὸ μαζόν ἡ κατά.

60. ἀτίτηλα] ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψά- μην.

62. ἀντιάασθε] εὐμοιρεῖτε καὶ μετελαγχάνετε.

63. αἰὲν ἄπιστε] ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· “ἐπέ- γναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη” (Il. 2, 31).