Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

456. ἐπιρρήσεσκε] προσδεκτέον ὅτι καὶ ἤνοιγε. μεγάλην δὲ αὐτῷ τὴν ὑπεροχὴν ἐμφαίνει, εἷ γε Διομήδης (Il. 5, 302) “χερμάδιον λάβε χειρὶ ὃν οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν,” ὁ δὲ Ἀχιλλεὺς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, μόνος ἀνέῳγεν. ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς τρεῖς.

460. ἄμβροτος] ἄφθαρτος, ὁ μὴ βροτοῖς ὅμοιος. ἀεὶ δὲ τὸ βροτός συντιθέμενον τῷ μ πλεονάζει, πλὴν τοῦ “νὺξ ἀβρότη” (Il. 14, 78) καὶ “ἀβροτάξομεν ἀλλήλοιιν” (Il. 10, 65). ἀναγκαίως δὲ ἑαυτὸν ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εὐθαρσέστερον αὐτὸν καταστήσῃ. τὸ δὲ παρεῖναι τὸν θεὸν τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς οὐκ εὐπρεπές· ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρέσχεν ἂν Ἀχιλλει.

462. πάλιν εἴσομαι] εἰς τοὐπίσω πορεύσομαι.

471. ἰθύς] κατʼ εὐθεῖαν, ὡς ἐπὶ τὸν οἶκον.

474. Ἄλκιμος] κατὰ μεταπλασμὸν ὁ Ἀλκιμέδων, ὡς Μελάνθιος καὶ Μελανθεύς.

480. ὡς δʼ ὅταν ἄνδρʼ ἄτη] ὡς εἰ φυγάς τις φονεὺς αἴφνης ἀπανιστάμενος τῆς πατρίδος ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα, καὶ [*](18. ὅνδρε] ἔνδρες 23. τὸ—τῷ μ] τῷ—τὸ μ)

354
θαμβοῦνται πάντες τὸ αἰφνίδιον τῆς ἀφίξεως, οὕτως ὁ Πρίαμος πάντας λαθὼν εἰσέρχεται καὶ παρακάθηται τῇ ἑστί, καὶ πάντες ὁρῶντες ἐκπλήσσονται. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου.

484. ἐς ἀλλήλους δὲ ἴδοντο] τὸ παράδοξον ἔδειξε τῆς εἰσόδου διὰ τῶν ἀλλήλοις διανευόντων πόθεν καὶ τίς ὁ ξένος.

485. περισσὸς ὁ καί τὸ δὲ ἑξῆς πρὸς τόν.

486. μνῆσαι πατρὸς σεῖο] πολεμίῳ διαλεγόμενος, καὶ μισοῦντι ἐξαιρέτως αὐτὸν καὶ τοὺς ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν, καὶ τῶν παίδων δεσπότῃ ἄλλην ἀρχὴν οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν.

*σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα τῷ ριάμῳ δεδή- λωκεν ὁ ποιητὴς ἀλληγορήσας· οὐδὲν γὰρ οὕτως ἔοικε πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργυρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέ- λεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. πάνυ γοῦν ἀληθῶς Εὐριπίδης (fr. 70) φησὶν “οὐκ ἔστι πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.” τούτῳ τε Πρίαμος ὥσπερ χυρῷ παντευχίᾳ καθώπλισται, καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν όργῆν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δʼ ἁπλοίδας χλαίνας τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλʼ αἱ πρῶται τῆς ἱκεσίας αὐτοῦ φωναὶ τοὺς ἄρρενας αὐτοῦ θυμοὺς ἐξεθή. λυναν (“μνῆσαι πατρὸς—γήραος οὐδῷ,”) διʼ ὀλίγου προοιμίου τῶν λόγων συναρπάσαντος Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γεγονότος Πηλέως. διὰ τοῦτο ἠλέηται μὲν ἄχρι τραπέζης, λουτροῖς δὲ βοσκηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα. τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν ἀπέστειλεν Ὄμηρος αὐτοῦ τῆς ἱκετείας παράκλητον. ἆρʼ οὐκ ἀπόχρη διʼ ὅλης τῆς Ἰλιάδος, συνάθεται καὶ διηνεκὴς ἡ Ὀμήρου φιλοσοφία, ἐν ᾗ τὰ περὶ θεῶν ἠλληγό- ρησεν.

θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ] θεοφιλῆ καὶ θεοῖς ὅμοιον εἰπὼν ἀπο- τρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, εἴγε καὶ θεοὶ τοὺς ἱκέτας αὶδοῦνται.

488. περιναιέται ἀμφὶς ἐόντες] οἱ περίοικοι οἱ ἀμφὶς ὄντες, ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι, ἢ χωρὶς οἰκοῦντες, [*](14. πολυτέλεια] πολυ 19. ἐπέκλασεν] ἐπέκλα 25. βοσκηθὲν] κοσμηθὲν Bekk.)

355
ἢ κυκλόθεν. τινὲς δὲ ἐόντος, ἵνʼ ᾖ χωρὶς σοῦ ὄντος. ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν ἡ τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη.

490. ἀλλʼ ἤτοι κεῖνός γε] ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἔνα ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῆρηται.

496. ὑφʼ ἓν τὸ ἐννεακαίδεκα. Πάμφιλος δὲ εἰς τρία διήρησε μέρη.

497. ἔτικτον] καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων.

498. θοῦρος Ἄρης] δεδιως οὐ λέγει σὺ, ἵνα μὴ θυμώσῃ οὐ- τόν.

499. οἶος ἔην, εἴρυτο δὲ ἄστυ] οἶος πρὸς τὸ σώζειν τὴν πόλιν. ἓν δὲ πρᾶγμα δύο περικοπαῖς σέφρασται, ὡς τὸ “τὸ μὲν ἕλκος τέρσετο, παύσατο δʼ αἴμαα” (Il. 11, 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· “ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνάσχον” (Il. 3, 318), ἀνασχόντες εὔξαντο.

504. σοῦ πατρός] ὡς ἱκανοῦ πρὸς ἔλεον ἀπʼ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξε. καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλʼ οὗτος πλέον.

506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἀλλʼ ἐκ τοῦ πάθους εἰς τοῦτο παρεσύρη.

510. ἐλυσθείς] παρεθεὶς, ἢ συνειληθεὶς, ἢ κυλισθείς.

511. κλαῖεν ἑὸν πατέρʼ] λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵνʼ ἦ ἄλλοτε μέν.

διπλάσιος ὡν αὐτῷ ὁ θρῆνος παρισωθήσεται τοῖς δάκρυσι Πριά- μου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Εκτορος καὶ Πριά- μου.

514. χτιρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χτιραγω- γῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.