Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. ἐν κλισίῃσι] ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.

414. πάντα μὲν διεξέρχεται ὅσα συμβαίνει τοῖς χρονίοις νεκροῖς, οὐδὲν δὲ τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, ἵνα ἀνακτήσηται τὸν γέροντα.

419. ἐερσήεις] δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκελετευ- μένος.

420. οὐδέ ποθι μιαρός] οὐδὲ ἔν τινι μέρει μύσος ἔχων.

425. ἡ ῥʼ ἀγαθόν] λείπει τὸ ἐστίν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισί. μῶς, τουτέστιν εὐσεβῶς καὶ προθύμως. εἰς δὲ τὸ διδοῦναι τὸ ν διὰ τὸ μέτρον ἐπλεόνασεν· ἢ ἀπὸ τοῦ διδόμεναι καθʼ ὑποστολὴν τοῦ μ συνήλειψεν.

426. εἴ ποτʼ ἔην γε] ἀντὶ τοῦ καθʼ ὃν ἔζησε χρόνον.

428. τῶν] τῶν θυσιῶν δηλονότι.

429. ποτήριον δίδωσι σύμβολον εὐφροσύνης, ὡς εὐφρανθεὶς παρʼ αὐτοῦ τῷ ἐπὶ τοῦ παιδὸς λόγῳ. καλὸν δὲ, ἵνα πείσῃ αὐτὸν λαβεῖν.

430. * σύν γε θεοῖσιν] ἀντὶ τοῦ συμβοηθούντων καὶ τῶν θεῶν καὶ μὴ ἀντιπραττόντων.

434. παρὲξ Ἀχιλῆα] ἐκτὸς Ἀχιλλέως, ἢ χωρὶς, ὡς τὸ “παρὲξ ἄγε νῆα” (Od. 15, 200). οὐ διʼ ὑπερηφανίαν δὲ ἀπωθεῖται τὴν δόσιν, ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν χάριν ἄτοπον, καὶ δωροδοκεῖσθαι τὸν θεὸν ἀτοπώτερον.

435. δείδοικα καὶ αἰδέομαι] εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησὶν “ὅπου δέος, ἐκεῖ καὶ αἰδώς.”

436. συλεύειν] ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο.

437. καί κε κλυτὸν Ἀργὸς ἱκοίμην] οὐ μόνον, φησὶ, μέχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος αὺτοῦ.

[*](12. κατεσκελετευμένος] κτεσκηλητευμμένος)
353

440. ἀναίξας Ἐριούνιος ἄρμα καὶ ἵππους] ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους ἀΐξας.

450. δοῦρʼ ἐλάτης] κλάδους δηλονότι. ἔρεψαν δὲ ἀντὶ τοῦ ἐστε- φάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ ὀροφή.

451. λαχνήεντʼ] ἁπαλὸν καὶ χνοώδη· ἔστι δὲ εἶδος καλάμου.

452. ἀμφὶ δέ οἱ] περὶ αὐτὴν τὴν σκηνήν.

453. σταυροῖσιν] σταυροί εἰσι ξύλα ἀπεξυσμένα ἀμφοτέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι βουλομένους. τὸ δὲ ἐπιβλής ὡς τὸ προβλής ὀξύνεται. μοχλὸς δέ ἐστιν ἐπιβαλό- μενος ἀπὸ τοίχου εἰς τοῖχον.

454. ἐπιρρήσσεσκον] ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν κλεῖσιν ἤχου.

455. κλήῖδα] τὸν μοχλόν· τὰ γὰρ συνέχοντα τὴν ἐπικεκλεισμέ- νην θύραν κληῖδας καλεῖ. καὶ ἐν Ὀδυσσεία δὲ τὸ κλεῖθρον οὕτως ὠνόμασεν.