Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. φεύγωμεν ἐφʼ ἵππων] καταλείψαντες αὐτῷ δηλονότι τὰ τῆς ἀπήνης, ἵνʼ ἀσχοληθῇ περὶ αὐτά.

358. ὣς φάτο· σὺν δὲ γέροντι] ἄκρως μεμέρισται ὁ λόγος, περὶ [*](10. κηλεῖ Cobetus] καλεῖ 12. εὐμοίρῳ] εὐμὸρῳ B. Correxi ex Eust. p. 1353, 54.)

350
μὲν τοῦ φεύγειν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ, τῷ δὲ Πριάμῳ συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι, οὐ μέντοι ἀγενές τι πεποιηκέναι.

360. ταφών] στῆ δὲ μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει.

365. ἀνάρσιοι] ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, ἐχθροί.

366. *θοὴν διὰ νύκτα] ἡ θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει πλὴν τὸ σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς ὁ καταλειφθεὶς ὑπʼ ἐκείνου τόπος εὐθὺς ὑπὸ ταύτης ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων φησὶν “έ, δὲ πέσʼ λκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν” (Il. 8, 485)· ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ τὴν νύκτα κατόπιν ἐφέλκεται, σύγχρονον οὖσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν. δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα. καὶ γὰρ ἑτέρωθί πού φησιν “ἔνθεν δʼ αὗ νήσοισιν ἐπιπροέηκα θοῇσιν” (Od. 15, 299)· οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων (λίθιον γὰρ) δηλῶσαι ἐσπούδακεν, ἀλλὰ τὸ σχῆμα πρὸς ὀξεῖαν ἀπολήγουσαν ἀποτελεῖν γραμμήν. εἰκότως οὖν νύκτα θοὴν λέγεσθαι τὴν ἐπʼ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερ- ματίζουσαν. φυσικῶς δὲ περὶ τούτων ὁ λόγος ἀποδείκνυσιν ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῆ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν φασὶν ἀποπίπτειν. ἐπειδὰν γὰρ ἔλαττόν ἐστι τὸ περι- λάμπον τοῦ καταλαμπομένου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς ὑπὸ τὴν ὑστάτην πλατύνεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην τῆς κατὰ κορυφὴν ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε μὴν ἴσον ἡ τῷ καταλαμπομένῳ τὸ καταλάμπον, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν Ὀμηρος τὸν ἥλιον ἄλλως μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευ- σεν, εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν, ἄτε οἶμαι μήτε κυλινδροειδῶς μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον κῶνον ἀποτελούσης. ὃ δὴ πρῶτος θμηρος ἐκ μιᾶς [*](6. Scholion hoc longa appen 17. ἡλίθιον—δηλῶσαι e loco su- dice auctum legitur etiam ad 18, periore] ἠλιθίως —δηλώσειν 468, cum aliquas scripturae diver- 20. τούτων ό λόγος] τού ὁ λο|, quod sitate. pro τοῦ ὅλου accepit Vill.)

351
λέξεως ὑπαινιξάμενος τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ἐπιτέ- τμηται. καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. Βορέας μὲν γὰρ ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος “μέγα κῦμα κυλίνδει” (Od. 5, 296)· τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπ- αλιν δὲ ὲπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κάτω τόπων, ἱστόρηκεν· “ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ἀθεςῖʼ (Od. 3, 295), τὴν ἀπὸ τοῦ ταπεινοτέρου κἱνησιν εἰς τὸ μετέωρον ἀνακυκλοῖ.

367. ὀνείατʼ] χρήματα, παρὰ τὴν ὄνησιν. δηλοῖ δὲ ἀλλαχόθι καὶ τὰ βρώματα.

τίς ἂν δή τοι νόος εἴη] τίνα ἔξεις νοῦν: τί διανοήσῃ; τί ἐργάσῃ;

371. φίλῳ δέ σε πατρὶ ἐΐσκω] διδάσκει φιλοπάτορας εἶναι καὶ τοὺς ἡλικιώτας τῶν πατέρων σώζειν. καὶ “μνῆσαι πατρός σεῖν” (486).

373. οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακώς δὲ φιλοπάτορα, καὶ τέκνον ὀνομάζει.

376, 377. ἐντεῦθεν οἱ ἀπὸ τοῦ περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ εἶδος τῶν σωματικῶν, τὸ δὲ πέ- πνυσαι τῶν ψυχικῶν· τὸ δὲ μακάρων ἔξεσσι ἐπʼ εὐγενείας εἴλη- πται, καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα. ἔξεσσι] ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἀπὸ τῆς ὄψεως δὲ τοῦ παιδὸς στοχάζεται ὁποῖοι οἱ γονεῖς εἰσί.

381. τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ως που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν.

385. οὐ μὲν γάρ] οὐχ ὑστέριζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνῶν.

388. ἐνίσπες] ὡς τὸ ἔδραμες· ὁριστικὸν γάρ ἐστιν ἀπὸ τοῦ ἤνισπες· τὸ προπαροξυνόμενον προστακτικόν ἐστι χωρὶς τοῦ σ, ὡς τὸ .“ἀληθές μοι ἐνίσπες.”

394. θαυμάζομεν] ἀντὶ τοῦ μετʼ ἐκπλήξεως ἐθεώμεθα.

397. τὸ ἑξῆς ἐκ Μυρμιδόνων εἰμί.

398. ἀφνειός] ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. τὸ δὲ γέρων, ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί.

400. ἀναστρεπτέον τὴν μετα.

[*](2. καὶ μὴν-ἀνακυκλοῖ] Haec pars acholii ab alia manu scripta est.)
352

401. νῦν δʼ ἤλθον] κατασκοπήσων ἥκω, φησὶ, μή τις ἐξ ὑμῶν εἶη ἐνέδρα, ὡς ἑταῖρος ὀν Ἀχιλλέως, ὃς ἄρχει τῆς στρατιᾶς.

408. ἢ ἔτι πὰρ νήεσσιν] πρὸ πάντων περὶ τοῦ σώματος πυνθάνε- ται· τί γὰρ χρὴ ἀπιέναι μηκέτι ὄντος τοῦ σώματος;

409. μελεῖστί] τινὲς οἰκτρῶς, οὐκ εὗ· μέλεον γὰρ ὁ ποιητὴς τὸ μάταιόν φησιν. ἔστιν οὖν ἀντὶ τοῦ κατὰ μέλος.

411. οὔπω] παρέλκει τὸ πω· οὐδὲ γὰρ μέλλουσι φαγεῖν.