Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

79. ἀμφέχανε] κατέφαγε καὶ κατέπιεν.

80. καὶ δὲ σοὶ αὐτῷ] εὐαγγελίζεται αὐτῷ μετʼ οὐ πολὺ πρὸς αὐτὸν ἀπελεύσεσθαι, ἵνα μὴ τῆς κηδείας ἀμελῇ.

81. εὐηγενέων] τῶν καλοὺς ἀγροὺς ἐχόντων ἢ γένη. οἱ δὲ εὐη- φενέων, παρὰ τὸ ἄφενος, τῶν καλῶς χρωμένων τῷ ἀφένῳ.

82. * τὸ ἐφήσομαι ἐντολήν σοι δώσω, ἐξ οὗ λέγονται ἐφέται οἱ ἐντολεῖς.

86. ἀνδροκτασίης] καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν τὸν Ἀμφι- δάμαντος τὸν Λύσανδρον, παρʼ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ἐν παιδιᾷ ἀστραγάλων.

90. ὀνόμηνεν] καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι.

[*](7. *Πορφυρίου] om. ἐν παιδιᾷ ἀστραγάλων] * ὤς φησιν 27. τὸ ἐφήσομαι—έντολεῖς] Scho- Ἀλέξανδρος ὁ Αἰτωλὸς ἐν ἀστρολογι- lion manus recentissimae. σταῖς, ubi recte Μeinekius Ἀστρα- 30. Ὀθρυονεῖ] ὀθρυωνεῖ γαλισταῖς.)
309

92. οὐ κενὴν σορὸν δέδωκεν αὐτῷ ἡ μήτηρ (δυσοιώνιστον γὰρ τοῦτο ἐπὶ πολέμῳ ἐξιόντι), ἀλλʼ ἴσως μεστὸν οἴνου ἀμφορέα, ὃν ἀξιοῖ σορὸν γενέσθαι. σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν.

*Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας ἔλαβε παρʼ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος ἔδωκεν αὐτῇ τὸν ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ. ἱστορεῖ Στησίχορος.

96. πάντα μάλʼ ἐκτελέω] βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύ- δοντα πρὸς τὴν ἀμοιβήν. μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται.

100. ἠΰτε καπνός] διὰ τὸ λεπτὸν καὶ ἀφανὲς καὶ πνευματῶδες.

101. τετριγυῖα] ἐλεεινὰ βοόωσα, ὡς ἐπὶ τῶν νεοσσῶν (Il. 2, 314).

102. χερσί τε συμπλατάγησεν] ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.

ἔπος ὀλοφυδνὸν τὸ μετὰ τίλσεως τριχῶν γενόμενον.

104. φρένες] τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δὲ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν. ἐμέμφετο γὰρ ὡς ἠμελημένος. ἢ εἰσὶ μὲν, οὐ μὴν πάμπαν.

107. θέσκελον] ἀληθῶς, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευά- σντος.

108. τοῖσι δὲ πᾶσιν] ὑπερβολὴ πένθους ἐστὶν, ὥστε οἱ τὰς παρα- μυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται δακρύειν.

115. *σειράς] σχοίνους.

116. πάραντα] μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ εὐθύτομα. δόχμια δὲ τὰ ἐκ πλαγίου.

119. κτυπέουσαι πῖπτον] ἤλλακται ἡ τάξις κατὰ παράφρασιν.

120. διαπλήσσοντες] διακόπτοντες πρὸς τὴν συμμετρίαν· τὸ δὲ διαπλίσσοντες ἀντὶ τοῦ τοῖς ποσὶ διαβάντες.

121. ποσσὶ δατεῦντο] διέκοπτον ταῖς ὁπλαῖς τὸ ἔδαφος, ἢ διεμε- ρίζοντο τοῖς ποσὶ τὴν γῆν· μερισμῷ γάρ τινι ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν.

[*](2. πολέμῳ] *πόλεμον πλήσσοντες “ἀμφορέα] ἀμφιφορέα hic et iufa. 31. * διεμερίζοντο] διεμερίζετο 30. διαπλίσσοντες Cobet.] δια-)
310

123. πάντες δʼ ὑλοτόμοι] νόμος γάρ ἐστι στρατιωτικὸς μηδένα κοῦφον ἐν ταῖς τοιαύταις χρείαις διατελεῖν.