Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

772. περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐ γὰρ βεβαρη- μένα ἦν αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς νίκην τὸ πεσεῖν Αἴαντα· ἢ δείκνυσιν ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται.

774. Αἴας μὲν ὄλισθε] ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ τοὺς δέοντας δρόμους ὑπεκβὰς πίπτει πρηνής.

777. ὄνθου βοέου πλῆτο στόμα] κεχηνὼς γὰρ ἔτρεχε διὰ τὸ εὐκόλως ἀναπνεῖν. ὁ δὲ τὸν πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.

786. μειδιόων] προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ φιλότιμον τῶν νικησάντων. πάντας δὲ τοὺς διαφέροντας ἔν τινι ἡττωμένους ὁ ποιητὴς ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν.

789. Αἴας μέν] καὶ τὰς ἡλικίας τῶν ἡρώων σημᾶναι ἠθέλησεν· ἔστι γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ βουγάῖος, εἶτα Ὀδυσσεὺς, εἶτα Ἰδομενεὺς, εἶτα Μέστωρ.

791. ὠμογέροντα] τὸν μὴ τέλεον ὑπὸ τοῦ γήρως καθηψημένον δηλοῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κρεῶν τῶν ἑψηθέντων μὲν, οὐ μὴν τελείως.

793. κύδηνεν] γαῦρον ἐποίησε καὶ ὕψωσε διὰ τοῦ ἐπαίνου.

795. ὅσον ἐπιδέξιος ὁμιλία δύναται, διʼ Ἀντιλόχου ἐδήλωσεν.

804. ἀλλήλων—πειρηθῆναι] ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ γὰρ “καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι” (810). τάχα οὖν ὁ εὐθυνθεὶς εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, σὐ τρώσας δὲ διὰ τὸ ὁμογενὲς, ἐκεῖνος νικᾷ.

805. ὀρεξάμενος] ἀντὶ τοῦ πατάξας, ἐκ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάσσουσιν ἐκτείνεσθαι.

330

806. ἐνδίνων] τῶν ἔνδον τοῦ χρωτός· οἱ δὲ, τῶν ἐντὸς ὅπλων, ἀπὸ τοῦ ἔνδον.

818. Αἴας μέν] οὗτος ἁπλοῖκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διομήδης κακοτέχνως καὶ φθονερῶς τὸν αὐχένα τηρεῖ.

821. αἰὲν ἐπʼ αὐχένι κῦρε] ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ δεδίασιν. ἐνταῦθα δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν, Εὔμηλον Διομήδει καὶ Αἴαντα Ὀδυσσεῖ καὶ Ἀντίλοχον.

*ἱστόρηται ὅτι κατʼ ἐκεῖνο καιροῦ ἔτυχεν Ἡροκλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπελάσας, Τελαμῶνι δὲ ἄρτι γενέ- σθαι τὸν παῖδα Αὄαντα. ἐπιστὰς οὖν Ἡροκλῆς καὶ ἀναλαβὼν τὸν παῖδα περιέβαλε τῇ λεοντῇ, ἐφʼ ηὔξατο αὐτὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη καὶ τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτος πλὴν τοῦ αὐχένος. τοῦτο γὰρ ἐδόκει τότε κατὰ τύχην κατὰ μέρος ἐπιβε- βληκέναι τῇ λεοντῇ.

823. παυσαμένους ἐκέλευσαν] τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν ἐπιμελόμενοι, τὴν οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτη- ρίας.

824. διὰ τί προκρίνει τὸν Αἴαντας; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν.

825. ἐῦτμήτῳ] εὐκατασκευάστῳ. οὐκ ἦσαν δὲ παρὰ τοῖς παλαιοῖς δερμάτινοι.

826. σόλον] ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύ- ουσι τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος· ὁ δὲ νικήσας εἶχε τὸν σόλον. σόλος δὲ παρὰ τὸ ὅλος εἶναι, ὅ ἐστι περι- φέρὴς, καὶ α ὐτοχόωνος ὁ καθʼ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν ἔχων ἐπείσακτον. ὁ δὲ Ἀρίσταρχός φησιν ὅτι χαλκοῦς ἦν· ὁ γὰρ σίδηρος οὐ χωνεύεται. ὅταν δὲ εἴπῃ “ἀτεμβόμενος σιδήρου ποιμήν,” ση- μαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν κυκλοτερὴς, μέσον ἔχων ὀπὴν ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεω- ρίζοντας βάλλειν. καὶ ἐν Ὀδυσσείᾳ (8, 190) “βόμβησε δὲ λίθος.”

833. ἕξει μιν] οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυ- χρονίῳ.

835. ποιμήν] δεῖται γὰρ σιδήρου ὁ ποιμὴν πρὸς τὸ χειμῶνος [*](9. προσπελάσας] προσπλεύσας Vill. 18. τὸν Αἴαντα Bekkerus] αἴαντος)

331
κόπτειν θαλλοὺς καὶ ἀκάνθας εἰς φραγμοὺς καὶ ξύλα πρὸς κλισιῶν κατασκευήν.

838. ἄν δʼ Αἴας] ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκηται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμηκέναι.