Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

718. οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν τῷ περισσῶς, ἵνʼ ᾖ ἀντὶ τοῦ ἐξαιρέτως πεποιημένου.

720. ἴς Ὀδυσῆος] ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ. ἔστι δὲ παλαιστὴς ἐπιστήμων.

721. ἀνίαζον] εἰς ἀνίαν ἦγον· ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον.

[*](17. ἀνδρείας] ἀνδρίας 24. *διατάσεως] διαθέσεως, superscripto διαστάσεως)
328

724. ἤ μʼ ἀνάειρʼ] εἰκότως προκαλεῖται· πέποιθε γὰρ ἀγωνίσασθαι τῇ ἰσχύι. εἰώθασι δʼ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν ὃ καλεῖται λαβὴ, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ πολλάκις τὸν πόδα.

726. κώληπα] τὸν ἀστράγαλον, ἢ μᾶλλον τὴν ἰγνύην. λαβό- μενος γὰρ τοῦ νώτου ἐπῆρεν· ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβαροῦς ἤδη γεγονότος Αἴαντος, τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. ὑπτιασθέντος δὲ Αἴαντος Ὀδυσσεὺς ἐπί τὰ ἴδια στήθη πίπτει. δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος.

728. θάμβησάν τε] τὸν βουγάῖον καὶ ἀνδρεῖον ὑπὸ τοῦ ὠμογέρον- τος καὶ ἥσσονος νικώμενον ὁρῶντες ἐθαύμαζον.

730. κίνησεν δʼ ἄρα τυτθόν] εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ δύναται· καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως παρακινῆσαι, τῷ δεξιῷ γόνατι παρατρίψας τὸ ἀριστερὸν αὐτοῦ σκέλος ἔπαισε· καὶ πλάγιοι πίπτουσιν. ἔστι δὲ τὸ δεύτερον πτῶμα Ὀδυσσέως· τῷ γὰρ βάρει καμὼν συναπεκύλισεν ἑαυτῷ τὸν ἀντίπαλον. εἰ δὲ εἰς ὕψος ἦρεν, ἐδαπάνησεν ἂν τὴν ἑαυτοῦ δύναμιν.

735. μηκέτʼ ἐρίδεσθον] μὴ ἐρίζετε, φησὶν, ἔτι, μηδὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς.

736. ἀέθλια δʼ ἶσʼ ἀνελόντες] τινές φασιν ὅτι τὸ πρῶτόν ἐστιν Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν. χαρίζεται δὲ ὡς συγγενεῖ.

742. ἐνίκα] τοὺς ἄλλους δηλονότι κρατῆρας.

743. Σιδόνες πολυδαίδαλοι] ἄριστοι τεχνῖται τὰ τοιαῦτα οἱ Σιδόνιοι. τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν.

745. στῆσαν δʼ ἐν λιμένεσσι] ἀντὶ τοῦ προσώρμισαν, ὡς τὸ “στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ” (Od. 4, 581).

757. μεταστοιχεί] κατὰ τάξιν.

758. τέτατο δρόμος] ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλʼ εὐθέως προπηδῶσιν.

762. πηνίον] τὸ ὕφασμα, παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρείης ὑφασμάτων. παρὲκ μίτον δὲ ἀντὶ τοῦ παρὰ μίτον. πάντα δὲ τὰ ἔργα ἐν παραβολαῖς εἰπὼν νῦν καὶ περὶ γυναικωνίτιδος ἔφη.

764. πάρος κόνιν ἀμφιχυθῆναι] πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει [*](14. παρατρίψας] παρατρέψας Hermannus. 15. ἔπαισε Bekk.] ἔπεσε)

329
τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν.

765. ἀυτμένα] παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ· φωνῆς δὲ γένεσις ἡ πνοή. τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.

767. τοῦτο τὸ εὐνοῖκὸν τῶν Ἑλλήνων παρίστησιν. καλῶς δὲ προσέθηκε τὸ μάλα δὲ σπεύδοντι κέλευον· τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνίζεσθαι.

768. πύματον] τὸν πρὸς αὐτὰ τὰ τέρματα.

770. κλῦθι θεά] σύντομος καὶ ἁρμόδιος ἡ εὐχὴ τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει.