Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

36. εἰς Ἀγαμέμνονα] ἀντὶ τοῦ πρός.

37. σπουδῇ] μόγις. παροξυτόνως δὲ τὸ παρπεπιθόντες· ἔστι γὰρ δευτέρου ἀορίστου.

χωόμενον] συγκεχυμένον καὶ λυπούμενον.

[*](8. εἰς τὸ] εἰς τὸν ὀτοβεῖ, ut legitur apud Strabonem 12. μιμνεῖσαι] μέμνρται 10 p. 470. 24. * ἐπέσχεν] om. 23. ἠχεῖ] *στοβεῖ, quod est 30. παρπεπιθόντες] πεπιθόντες)
307

39. ἐκέλευσαν, πληθυντικῶς, οἱ βασιλεῖς, ὡς Ἡρωδιανός.

40. εἰ πεπίθοιεν] φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζονται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν.

41. βρότον αἱματόεντα] τὸν ἐξ αἵματος μολυσμόν.

42. στερεῶς] ὁλοσχερῶς, ἀπαρακλήτως.

43. οὐ μὰ Ζῆνʼ] τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ τέθεικεν. θεῶν ὕπατος καὶ ἄριστος] δυνάμει καὶ τιμῇ τῶν ἄλλων προὔχων θεῶν

44. καρήατος] λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστοργοι νομί- ζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν τῆς κηδείας προτιθέντες.

48. ἄκρως διὰ τοῦ πειθώμεθα τὸ πρὸς βίαν καὶ παρὰ τὸ δέον δηλοῖ.

50. παρά τε σχεῖν ὡς ἐπιεικές] παρασχεῖν ὡς ἁρμόζει καὶ καθῆ- κόν ἐστιν.

53. θᾶσσον ἀπʼ ὀφθαλμῶν] ἵνα ταχύτερον ἀπὸ τῆς ὄψεως ἡμῶν γένηται. τιμὴ γὰρ τοῦ νεκροῦ ἐθάκει τὸ τάχιον ταφῆναι.

55. οὐ παρέλκει νῦν τὸ ἐσσυμένως, ἀλλʼ ἑσπέρας οὔσης καὶ κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀπο- σιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν γὰρ πένθει καὶ κατηφείᾳ ἦν. ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται μόνοι, νῦν δὲ καὶ Ἑλλήνων πλῆθος.

59. ἐπὶ θινί] πρέπουσα κοίτη πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

62. * εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ] δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ. πῶς γὰρ ἂν οὕτως ἔμφροντις βαθεῖ ὕπνῳ ἐβλήθη; τὸ δὲ εὖτε ἀντὶ τοῦ ἡνίκα.

65. Πατροκλῆος] ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.

[*](1. πληθυντικῶς] Nam in aliis κονομεῖ libris est κέλευσεν. 28. οὕτως ἔμφροντις] οὕτως ἔμ- 12. πρὸς Bekkerus] παρὰ φρωντις Vill. ὁ ἄφροντις οὕτω Bek- 27. προῳκονόμει Bekkerus] παροι- kerus.)
308

πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον, καὶ τῷ τετελευτηκότι λόγους περιτίθησι διὰ τοῦ ὀνείρου.

69. εὕδεις, αὐτὰρ ἐμεῖο] πλήρης φιλοστοργίας ὁ λόγος καὶ μέμ- ψεως ἠθικῆς. λελασμένος δὲ ὑπάρχεις ἀντὶ τοῦ ἐπιλέλησαι.

70. ἀκήδεις] περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν, ἐπὶ τὰ ἴσα προτρέπεται.

71. * Πορφυρίου. πῶς ὁ μὲν Πάτροκλος λέγει “θάπτε με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω,” εἰπὼν δὲ καὶ τὴν αἰτίαν προστί- θησι διʼ ἣν βούλεται ταφῆναι (“τῆλέ με εἴργουσι ψυχαὶ, εἴδωλα καμόντων” )· ἐν δὲ τῇ Ὀδυσσείᾳ (24, 1) ἀποθανόντων τῶν μνηστή- ρων, πρὶν ταφῆναι φησὶν “Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων·” εἶτα ἄγει λαβὼν αὐτὰς εὐθὺς εἰς Ἅιδου, κἀκεῖ τοῖς περὶ τὸν Ἀγαμέμνονα ἐντυγχάνουσιν. εἰ γὰρ οἱ ἄταφοι τοῖς ἄλλοις οὐ μίγνυνται νεκροῖς, ἐνταῦθα δὲ πλησιάζουσιν, μὴ ἐναντίωμα ᾖ. λύεται δὲ τοῦτο ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ περὶ τοὺς μνη- στῆρας ὁ ποιητὴς ἀπεφήνατο, καὶ τὸ ἀληθὲς οὕτως ἔχει· τὰ δὲ ἕτερα φαντασθῆναί φησι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶς ἐπιστάντα αὐτὸν εἴτε καὶ ἄλλως τοῦτο νομίσαντα.

74. εὐρυπυλές] τὸ πᾶσιν ἐφηπλωμένον.

78. γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη, ἀλλʼ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο.