Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

310. τῷ τʼ οἴω] τὸ τέλειον τῷ τοι οἴω· σπανία δὲ παρʼ Ὁμήρῳ ἡ συναλοιφή. τινὲς δὲ τὸν τέ οἴονται, καὶ ἔστι περισσός.

311. ἀφάρτεροι] παρὰ τὸ ἄφαρ, ὃ σημαίνει τὸ εὐθέως, οἱ εἰθεῖς καὶ ταχύτατοι.

311, 312. οὐκ εἶπεν ὅτι κρείσσων τυγχάνεις, ἀλλʼ ὅτι οὐδὲ ἥσσων.

314. 315. ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα] οὐ ὡς ἄμοιρον ἄθλου ἐσόμενον, ἀλλʼ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.

315. μήτι τοι δρυτόμος] ἵνα κατὰ τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον.

316. μήτι δʼ αὖτε κυβερνήτης] ἵν’ ἀντιτάττηται τῷ πνεύματι, καὶ τὸ ἐπιὸν δεχόμενος ἀποκλῷ τὸ λειπόμενον· ἐκεῖνος γὰρ ἄριστος κυβερνήτης, ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν. ἐρεχθομένην δὲ [*](12. ὑπἐρ] ἤπερ Bekkerus. 22. συναλοιφὴ] συναιφὴ)

316
οἱονεὶ ἐρεθομένην ἤτοι ἐρεθιζομένην. γράφεται δὲ καὶ ἐεργομένην ἤτοι συνεχομένην καὶ κωλυομένην. καλῶς δὲ ἔδειξεν ὅτι ὃ μάλιστα βίας ἔργον εἶναι δοκεῖ, τοῦτο τέχνης δεῖται. τῇ δὲ ἐπαγωγῇ πρῶτος ἐχρήσατο Ὅμηρος.

319. ἐναντιότητος ἔλαβεν ἐνθύμημα, τέχνης ἐπιτυχίαν καὶ ἁμάρ- τημα ἐπιτυχίας. οἱ μὲν γὰρ, φησὶν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ γεν- ναίων ἐπιτυχόντες, τῇ ἐπιτυχίᾳ τὴν ἧτταν ἐκτήσαντο, μὴ περιγενό- μενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ εὔδρομον πλείστην ὁδὸν καὶ οὐκ εὐθεῖαν εἱλούμενοι. ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους εὐθυδρομῶν ἐφικνεῖται.

322. ὃς δέ κε κέρδεα εἴδῇ] τέχνης βουλεύμασι “κέρδεσιν, οὔτι τάχει γε παραφθάμενος” (515).

323. στρέφει ἐγγύθεν] κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος αὐτῷ γένηται ὁ δρόμος.

οὐδέ ἑ λήθει] οὐ λήθει αὐτὸν ἐὰν ἔξω τοῦ καμπτῆρος τρέχωσιν. ἢ οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος στρέφειν τοὺς ἵππους.

328. οὐ καταπύθεται] Θεόφραστός φησι (Hist. Plant. 5, 5) τὰ τοιαῦτα ξύλα κατορυσσόμενα ἢ ἐν λίμναις βρεχόμενα μὴ σήπεσθαι· ἐὰν δὲ ἐν θαλάσσῃ ᾖ, σήπεται.

330. ξυνοχῇσιν ὁδοῦ] ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχωρίας εἰς στενὸν συγκλειομέναις· ἀμφίς δὲ χωρὶς ἤγουν ἐκτὸς τῆς στενώσεως.

336. ἡρέμα κλιθῆναι πρὸς τὸ μὴ τρέψαι τὸν δίφρον, καὶ τὸν δε- ξιὸν ἵππον κεντρίσαι πρὸς τὸ δραμεῖν.

339. δοάσσεται] φαντασθῇ, νομισθῇ.

340. λίθου] τοῦ προειρημένου λίθου. “λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ” (329).

*πλήμνη δὲ οἱ μὲν ἀπὸ τοῦ πλήσσεσθαι τὸν ἄξονα ὑπʼ αὐτῆς· οἱ δὲ ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα, ἐκ τοῦ πλῶ τὸ πληρῶ.

343. εἶναι] ἀντὶ τοῦ ἕσο. ἢ λείπει τὸ σπεῦδε.

345. οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι] οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε· εἰ δὲ καὶ καταλάβοι, ἀλλʼ οὐ παρέλθοι.

346. * Ἀρίονα] Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν αὑτοῦ μορφὴν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν [*](22. τρέψαι Bekkerus] στέψαι 33. *ἐμίγη—κρήνῃ] ἐμίγη π βοιὦ, τῇ τιλφούσῃ κρήνῃ)

317
Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου πόλεως Βοιωτίας βασιλεύων ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡρακλεῖ ἐχα- ρίσατο γενομένῳ παρʼ αὐτῷ. τούτῳ δὲ ἀγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ. εἶθ’ ὕστερον οὗτος ὁ Ἡροκλῆς Ἀδράστῳ τὸν πῶλον παρέσχεν· ὑφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαῖκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

δῖν] διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος τοῦ εἴδους θειο- τέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. καλῶς δὲ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα τῶν ἵππων γένη παρέλαβεν.

350. ἑκάστου πείρατ’] τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενα πρά- γματα.

351. Μηριόνης δʼ ἄρα] οὐδὲ ὁ Μηριόνης ἀσκόπως πρὸς τὴν ἀγω- νίαν παρείληπται, ἀλλʼ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέ- χοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν.

353. ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο] ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος. κάμπτουσι δὲ ὀλιγάκις. ἔδει δὲ πολλάκις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστὶ μακρότατος· διὸ καὶ σκοπὸς κά- θηται Φοῖνιξ καὶ σημαίνει τὸ τέρμα τηλόθεν, μή πώς τις ἐντὸς τοῦ καμπτῆρος κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγιαλοῦ καὶ ἅπαξ φιλονεικοῦσι περὶ αὐτῶν.