Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. νῆας τὸν τόπον τῶν νηῶν, Ἑλλήσποντον δὲ τὴν μέχρι Σιγείου θάλασσαν.

3. ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.

4. ἀποσκίδνασθαι] ἀπʼ αὐτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς τὸ ἀπητίμησεν (Il. 13, 113).

8. αὐτοῖς ἵπποισι] λείπει ἡ σύν.

305

10. τεταρπώμεσθα γόοιο] Αἰσχύλος fr. 382) φησὶν ὅτι στε- ναγμοὶ τῶν πόνων ἰάματα οὐ μέτρια τυγχάνουσιν.

14. ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρξε μὲν τῆς οἰμωγῆς Ἀχιλλεὺς, οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες καιρὸν ὑπʼ αὐτοῦ, καὶ πρότερον μὴ κλαύ- βαντες.

15, 16. τινὲς διαστέλλουσιν ἐπὶ τὸ τεύχεα, ἵνα, φασὶ, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.

16. τοῖον] αὐξητικῶς καὶ θαυμαστικῶς μετʼ ἐμφάσεως, ἵνʼ ᾖ τὸν μέγαν καὶ περιβόητον. οἱ δὲ γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθὸν ἤκου- βν,

μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

17. ἀδινοῦ] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις προῖέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.

18. δίχα δύναται λέγεσθαι, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθείς.

19. χαῖρέ μοι] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ Ἀχιλλεὺς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπει- ληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶν, καὶ εἰν Ἀΐδαο δόμοισιν ὢν χαῖρε, οἷον εἰ ἔστι παραμυθία τοῖς τετελευτηκόσι, ταύτην δέχου παρʼ ἡμῶν.

21. ὠμὰ δάσασθαι] ὠμῶς ἀπομερίσασθαι. εἰώθασι δὲ οἱ κύνες ἄλλος ἄλλοσε ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.

24. ἀεικέα] ἀπεοικότα καὶ ἀπρεπῆ. τοῦτο δέ ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ. ἢ τοῦτο ἀεικὲς τὸ τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ.

μήσατο] νῦν ἀντὶ τοῦ εἰργάζετο, ἐποίει.

26. οἱ δέ] ἀντὶ τοῦ τῶν δὲ ἕκαστος.

27. ὑψηχέας] ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν “οὐρανὸν ἐς πολύχαλ- κον ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἢ ὑψοῦ ἀνέχοντας ἑαυ- τούς· φησὶ γοῦν “ὑψοῦ δὲ κάρη ἔχει” (Il. 6, 509).

29. ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵνʼ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ παρε- [*](1. ὅτι] *οἵ τοι (οἱ τε apud schol. 2. ἰάματα] ἐρείσματα schol. So- Soph. El. 286). Trimeter est οἵ τοι phoclis. ―ἰάματα 29. τοῦ τῶν] τούτων)

306
σκεύαζεν, ἢ τὴν πρὸ τοῦ τάφου, ἵνα δύο εὐωχίαι ὦσιν, ἡ μὲν πρὸ τοῦ τάφου πρὸς τὸ προθύμως ὑπουργῆσαι τῇ ταφῇ, ἡ δὲ μετὰ τὸν τάφον διὰ τὸν ἐκ τῆς ταφῆς κόπον καὶ εἰς εὔκλειαν τοῦ ταφέντος.

30. ἀργοί] ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται λευκὰ τοῖς τεθνεῶσι· δῆλον γὰρ ἐκ τοῦ “ἔρθʼ ὄῖν ἀρνειὸν ῥέξειν θῆλύν τε καὶ μέλαιναν” (Od. 10, 527) καὶ “ὄῖν ἱερευσέμεν οἴῳ παμμέλανα” (ib. 524). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν· ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ δεῖπνον τῶν ζώντων τοὺς βόας ἔθυον.

ὀρέχθεον] κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι.

*ἀπεκτείνοντο ἀναιρούμενοι· τὸ γὰρ ἰδίωμα μιμεῖται τῆς φωνῆς, ὃ προίενται ἀναιρούμενοι οἱ βόες. οἱ δὲ, διεκόπτοντο· ἀπὸ τούτου καὶ ἐρεγμὸς ὁ ἀποκεκομμένος κύαμος.

31. πολλοὶ δʼ ὄῖες καὶ μηκάδες αἶγες] οὐκέτι ὀρέχθεον, ἀλλ’ ἐμήκαζον. ἡ δὲ ἐπανάληψις τοῦ πολλοί τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον.

33. εὑόμενοι] τὸ εὕειν ἐστὶ τὸ ἀποκαίειν τὰς τρίχας.

34. ἔρρεεν αἷμα] οὐχ ὅτι ἥπτετο τοῦ νεκροῦ (κεῖται γὰρ ἐν τοῖς λέχεσιν), ἀλλὰ περὶ αὐτὸν ἐχεῖτο. κοτυλήρυτον δὲ τὸ δαψιλὲς, τὸ κοτύλῃ ἀρυόμενον, παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. καθόλου δὲ κοτύλας ἐκάλουν πάντα τὰ κοῖλα· καὶ Αἰσχύλος ἐν Ἡδωνοῖς (fr. 55) τὰ κύμβαλα· “ὁ δὲ χαλκοδέτοις κολύλαις ἠχεῖ.” ἔστι δὲ καὶ τὸ μικρὸν ποτήριον, ὡς τὸ “κοτύλην τις τυτθὸν ἐπέσχεν” (Il. 22, 494) καὶ “πύρνον καὶ κοτύλην ὀρέξει” (Od. 15, 312). καὶ αἱ τῶν πολυπόδων φολίδες, ὡς τὸ “πρὸς κοτυληδονόφιν πυκιναὶ λάῖγγες ἔχονται (Od. 5, 433). καὶ τὸ κοῖλον τῆς χειρός. καὶ κοτυλίσκος ὁ μικρὸς κρατήρ.