Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. χεῖρας ὀρεγνύς] ὡς ἐπʼ αὐτὸν ἐκτείνας τὰς χεῖρας· ἔδει γὰρ οὐ μόνον λόγοις παρακαλέσαι τὸν Ἕκτορα, ἀλλὰ καὶ διὰ τοῦ σχή- ματος, ἵνʼ εἰ τύχοι μὴ ἀκούσας τῶν λεγομένων, ἀλλὰ οὖν τὸ σχῆμα τοῦ πατρὸς ὁρῶν οἰκτείρῃ τὸν γέροντα.

38. Ἕκτορ] πιθανῶς διεῖλε τὸν οἶκτον εἰς μέρη, τό τε πρὸ θανάτου καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἵη μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν, Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανάτων πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸς σωτηρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο· τὸν δὲ μένων ἱκετεύει μὴ πολε- μεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν, ἀλλʼ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει.

ἀνέρα τοῦτον] οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα.

39. οἶος] περικόπτει αὐτοῦ πάσας τὰς ἀντιρρήσεις, λέγων ὅτι εἰ μένειν δεῖ, ἀλλʼ οὐ μόνον.

41. αἴθε θεοῖσι φίλος] ἀντὶ τοῦ εἰπεῖν, εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο ὡς ἐμοὶ, ὁμοίως εἶπε τῷ “τίω δέ μιν ἐν Καρὸς αἴσῃ” (Il. 9, 378). σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδή- λωκεν.

42. τινὲς ἔδοιντο γράφουσιν εὐκτικῶς. ἃ δὲ ἀπεύχεται τῷ παιδὶ, ταῦτα τῷ πολεμίῳ ἀρᾶται.

44. εὖνιν] ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζον δηλοῦτσι, ἐξ οὗ τὸ ἠρημωμένον, ἐξ οὗ τὸ ἐστερημένον· ἢ παρὰ τὸ εἷς ἑνός ἕνις [*](14—23. πῶς οὖν —] Scholion 19. θανάτων] Δαναῶν Schralerus Porphyrii: v. ad vol. 3 p. 181. p. 39.)

283
εὖνις ὁ μεμονωμένος. καὶ δασύνεται. καὶ τοῦτο δὲ εἰς ἔλεον εἰσάγει, ὡς ἄξιον κἂν διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν ἐλεῆσαι τὸν πατέρα. ἄμα δὲ καὶ ὑπομιμνήσκει τῆς Ἀχιλλέως δεινότητος καὶ ἀνδρείας.

48. κρείουσα γυναικῶν] ἀντὶ τοῦ βασιλικωτάτη καὶ ἐντιμοτάτη, ὡς τὸ “δίας γυναικῶν.”

49. εἰ μὲν ζώουσι] ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ Ἕκτωρ ἥδει περὶ τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει, ἵνα εἰ μὴ ἐκεῖνοι ζῶσι καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, τὸν πατέρα ἐλεήσας τῆς στερήσεως τῶν τοσούτων καὶ τοιούτων υἱῶν. περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικὸν, ἔδει τὸ ἑξῆς ἀπολυσαίμεθα. ἢ παραπληρωματικός ἐστιν.

51. Ἀρίσταρχος ὑφʼ ἓν ὡς πασιμέλουσα (Od. 12, 70). ἐν δὲ Ὀδυσσεία “ὄνομα κλυτὸς Αἴθων” κατὰ παράθεσιν. εἰ δὲ, φασὶν, οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον, τί ἐστι τὸ Ἀστυάναξ καὶ ποιηματογράφος; κατὰ σύνθεσιν οὖν ἐστὶν, ὡς τὸ τοξόκλυτος παρὰ Πινδάρῳ καὶ περίκλυτος.

53. τοὶ τεκόμεσθα] ὁμοίως τῷ “Δάρδανον αὖ τέκετο” (Il. 19, 215) ἐπὶ ἀρσενικοῦ.

55. ἢν μὴ καὶ σὺ θάνῃς] οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ περιόντος. ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παίδων ἀναί- ρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτορος θάνατον δημοσίαν ἔσεσθαι συμφορὰν, ἵνα εἰ καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλὰ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμενος ἀποστῇ τοῦ κινδύνου.

[*ὁ νοῦς τῶν ἐπῶν οὕτως ἔχει· τοῖς ἄλλοις δὲ λαοῖς ὀλίγη γενή- σεται ἡ θλῖψις, ἐὰν οὐ θάνῃς καὶ σὺ, δαμασθεὶς ὑπὸ τοῦ Ἀχιλλέως, ὅστε ἢν καὶ σὺ ἀποθάνῃς, μεγάλη ἐσεῖται τοῖς λαοῖς καὶ ἡ ὑπὲρ ἐκείνων λύπη.]

56. τεῖχος τὴν πόλιν· Καλλίμαχος “ὁ δʼ ἐκ Λοκρῶν τείχεος Ἰταλικοῦ παρῆν ἀμύντωρ.” φιλοπάτριδα δὲ ὄντα ὑπομιμνήσκει τῆς πόλεως. τινὲς δὲ συμπαθέστερον γράφουσιν ἐμὸν θάλος.

στικτέον δὲ μετὰ τὸ Τρῳάς, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς.

[*](26—29. Scholion manus recentissimae seculi 15. 30. Καλλίμαχος] V. Schneider. vol. 2 p. 650.)
284

56, 57. ὄφρα σαώσῃς Τρῶας] φιλότιμον δὲ αὐτὸν εἰδὸς ὑπήλ- λαξε τὴν ἀδοξίαν πρὸς εὔκλειαν, καὶ κοινὴν σωτηρίαν αὐτῷ τὴν φυγὴν εἶναι λέγει.

58. φίλης αἰῶνος] ἔοικε ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. ἀντι- τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὐτοῦ ἀτυχίαν, εἰς φθόνον κινῶν τὸν Ἕκτορα. ἡ δὲ κατασκευὴ ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν.

59. ἀντὶ τοῦ ἔτι τὸν εὖ φρονοῦντα καὶ συμβουλεύοντα. ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν” (Il. 23, 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν.

60. γήραος οὐδῷ] ἐξόδῳ τοῦ βίρυ, ἐφʼ ᾧ ἤδη ὁ βίος ἐπεραιώθη καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.

62. ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· “ἄν- δρας μὲν κτείνουσι, πόλιν δέ τε” (Il. 9, 593). καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών. ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις δαιμονίως μείζων πάντων, καὶ τοῖς ἀνδράσιν ἐπιφθονωτέρα. πάντα δὲ ὑπʼ ὄψιν ἤγαγεν ἐν βράχε, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει, οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους· ἀλλ’ ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.

63. κεραιζομένους] ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι βαλλόντων ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον καλοῦμεν.

65. νυούς] τὰς τῶν υἱῶν γυναῖκας.

66. περισσὸς ὁ ἄν. πρώταις δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον. πρώταις ὡς πρὸς τὰς ἔνδον. καὶ τὸ πύματον δὲ πολ- λῆς οἰκτρότητος, οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά.