Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

444. Ἕκτορι θερμὰ λοετρά] αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ ὁρῶσα αὐτόν· διὸ καὶ ἐπεφώνησεν ὁ ποιη- τὴς συμπαθῶς τὸ νηπίη οὐδὲ νόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς.

447. *κωκυτοῦ δʼ ἤκουσε] ἐζήτηται πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν; ῥητέον οὖν ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπιζήτησις (Il. 6, 490). σωφρονεστέραν αὐτὴν ποιεῖ.

448. ἐλελίχθη] ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρὴ ποδαπὴ ἔσται ἐπιγνοῦσα τὴν συμφορὰν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δʼ ἐλελίχθη γυῖα, ἀκρατὴς δὲ γέγονε τῶν ἐν χερσίν. οὐ γὰρ ἀποβάλλει τὴν κερκίδα ὡς ἐγνωκυῖα τὸ κακὸν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει τῶν χειρῶν.

451. ἑκυρῆς ὀπὸς ἔκλυον] δι’ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης λίαν αὐτὴν ἐξένισεν.

452. πάλλεται ἦτορ ἀνὰ στόμα] ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν ἐκπηδῆσαι βιαζομένην. καὶ Καλλίμαχος “ἐκόλλησαν γὰρ ἀνίοι γούνατα” (Lau. Pllad. 83).

455. θρασὺν Ἕκτορα] οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ γοῦν “φθίσει σε τὸ σὸν μένος” (Il. 6, 407).

459. τὸ ὃν μένος οὐδενὶ εἴκων] προέτρεχε, φησὶν, οὐδενὶ παρα- χωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν.

463. ἔστη παπτήνασ’] εὖ τὸ μὴ πυθέσθαι παρʼ ἑτέρων· ψυχῆς γὰρ φιλάνδρου καὶ ταρασσομένης ἔργον τὸ αὐτόπτιν ἐθέλειν γενέσθαι τῶν τοιούτων.

465. ἀπὸ τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως φησὶ καὶ τοὺς ἵππους ἕλκειν. οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει τῶν φιλτάτων ἕλκεσθαι, οὐδενὸς ἀμύνειν δυναμένου.

466. τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατʼ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις ἐπάταξεν.

[*](11. ἐπιζήτησις] *ἐπίπληξις 21. γὰρ] γάρ μοι)
302

467. ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν] ὑπερβολικῶς, ἀντὶ τοῦ ἐξέ- πνευσε.

468. καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· “αὐ- τὰρ ἐπὴν πάντα τελευτήσῃς τε καὶ ἔρξῃς” (Od. 1, 293) ἀντὶ τοῦ ἔρξας τελευτήσῃς· “ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας” (Il. 21, 537) ἀπώσαντες ἄνεσαν· “τιμήσῃ, ὀλέσῃ δὲ πολέας” (Il. 2, 4) ἀντὶ τοῦ ὀλέσας τιμήσῃ· “φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι” (Il. 10, 67) ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως “ἐκάπυσσε, τῆλε δʼ ἔχεεν” ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ “θρέψασα τεκοῦσά τε” (Od. 12, 134).

δέσματα σιγαλόεντα] εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, ὅπως τῇ μεταβολῇ αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα τῆς γυναικὸς, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς καὶ περιέστησε τὰς συγγενεῖς. ὅρα δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ. ἐπὶ μὲν γὰρ τῆς Ἑκά. βης διὰ συντόμων εἶπεν “ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην” (406)· ἑνὸς γὰρ ἔδει καλύμματος τῇ προσβύτιδι· ἐπὶ δὲ ταύτης ὡς ἂν νέας καὶ μάλιστα γυναικὸς τοῦ μᾶλλον εὐδοκιμοῦντος ἐπεξεργασίᾳ χρῆται.

469. ἄμπυξ ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδησιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον περιήγοντο. καὶ νῦν ἀμ- πυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖσθαι. καὶ “χρυσάμπυκες ἵπποι” διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορνφαίας τῶν τριχῶν. ἀνα- δέσμη δὲ σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται. κρή- δεμνον δὲ τὸ ὠμοφόριον, ὡς τὸ σχομένη λιπαρὰ κρήδεμνα” (Od. 1, 334)

473. γαλόῳ] μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ εὐθεῖα Ἀττικὴ, ὡς τὸ οἱ Μενέλεῳ. σημαίνει δὲ τὰς τοῦ ἀνδρὸς ἀδελφάς. εἰνατέρες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν.

474. ἀτυζομένην] ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γὰρ “ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι” (Il. 6, 410). ἔστι δὲ ἰδεῖν- 9, 10. ἐκάπυσσε] ἐκάππυσσε 23. * ἀναδεῖσθαι] ἀναδεῖν [*](21. διάδημα Bekk.] διάδεμα 26. ὠμοφόριον] μαφόριον (voca- 22. *περιήγοντο] παρῆγον bolum Graecobarbarum))

303
οἰκτροτάτην ὄψιν, ἐκεῖθεν μὲν Πρίαμον κατεχόμενον, ἐξελθεῖν θέλοντα πρὸς Ἀχιλλέα, ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν διει- λημμένην πρὸς τὸ μὴ ῥιφῆναι τοῦ τείχονς.

475. Ἀρίσταρχος ἔμπνυτο γράφει, ἔμπνους ἐγένετο, ἐν ἑαυτῇ τὸ πνεῦμα ἤγαγε καὶ συνῆξεν.

θυμὸς ἀγέρθη] ἡθροίσθη ἡ ψυχὴ, ἐσκορπισμένη οὖσα τὸ πρίν.

476. ἀμβλήδην] ἀντὶ τοῦ οὐκ τἀπὸ τῶν ἐνεστώτων ἀρξαμένη δεινῶν, ἀλλʼ ἐκ προοιμίων ἑτέρων.

477. Ἕκτορ, ἐγὼ δύστηνος] ἠθικὸς ὁ λόγος καὶ ἁρμόδιος γυναικί. λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ ἀποθανὼν πάντων ἀπήλλακται τῶν δεινῶν. στικτέον δὲ μετά τε τὸ Ἕκτορ καὶ μετὰ τὸ δύστηνος.

484. αὕτως] ἀντὶ τοῦ ὡσαύτως ἐμοί· ἐγὼ γὰρ χήρα, καὶ οὗτος νήπιος καὶ ὀρφανός. ἢ ὃν ματαίως ἐτέκομεν. σύνηθες γὰρ ταῖς γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν παίδων μνημο- νεύειν.

485. τέκομεν σύ τʼ ἐγώ τε] πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφο- τέρων ἡ ἐνέργεια.