Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

381. ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέταιρον προθεὶς τοῦ φιλοτίμου.

390. αὐτὰρ ἐγὼ καὶ κεῖθι] κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώσκειν ἁρμόδια.

391. οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως ἡ πάλαι μουσικὴ, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία. πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ; οὗ ὁ ὕμνος. ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Il. 6, 87), οὕτως οὗτος τὸν θεόν· οὐδεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιὰν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.

395. ἀεικέα] χαλεπὰ καὶ αἰκιστικὰ, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο.

397. *ἐς σφυρὸν ἐκ πτέρνης] διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; λέγομεν οὖν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα

299
φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Il. 6, 417), ἀλλʼ ὅτι πρότερον ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον “ἀεικέα μή- σατο ἔργα” οἶα καὶ λέγει περὶ αὐτοῦ· “κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι, ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 18, 176)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλί- μαχός φησιν ὅτι πάτριόν ἐστι Θετταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σῖμον γάρ φησι, Θεσ- σαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου ἀποκτείναντα Θράσυλλον τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν. ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ δῆσαι τὸν Ἕκτορα.

ἐκ τῶν σφυρῶν καὶ τοῦ κάτω μέρους τῆς πτέρνης ἐτρύπησεν, ὥστε ὑπολύσασθαι τὴν ἀγκύλην.

402. πίτναντο] ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο.

406. τίλλε κόμην] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος.

408. ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, ἐπὶ δὲ τῆς θηλείας κώκυσεν· ἡ μὲν γὰρ ἄναρθρος, ὁ δὲ μετὰ λόγου. καὶ ἑξῆς “κωκυτῷ τʼ εἴχοντο” γυναῖκες δηλονότι “καὶ οἰμωγῇ” ἄνδρες.

410. *ὁ λόγος τοιοῦτος· τοιούτῳ θρήνῳ ὅμοιον ἦν ὥσπερ εἰ κατε- φλέγετο ὑπὸ τοῦ πυρὸς ἡ Ἴλιος ἅπασα.

411. σμύχεσθαι τὸ ἐκ τοῦ κατʼ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρε- πόμενον ἐς φλόγα.

414. κατὰ κόπρον] ἀντὶ τοῦ κατὰ τὸν συρφετὸν τῆς γῆς. ἔστι δὲ καὶ ἐπίγραμμα εἰς Ἐπίχαρμον οὕτως· “εἰμὶ νεκρὸς, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δέ γε γῆ θεός ἐστʼ, οὐ νεκρὸς, ἀλλὰ θεός.”

[*](5. Καλλίμαχος] Aristoteles no- 26. τὸν scripsi pro τό minatur ad 24, 15. 27. εἰς Ἐπίχαρμον οὕτως] *ὃ εἰς 7. *Σῖμων (sic scripsi pro σιμόν) Ἐπίχαρμον ἀναφέρεται: quod verum ―Θεσσαλὸν] σιμὸς—θετταλός. In videtur. Non esse autem hoc Leid. Σίμωνα—Θεσσαλὸν, in scholio epigramma Epicharmi pluribus Ven. A Σίμων appellatur. docuit M. Hauptius in Prooemio 8. Μειδίου] μηδίου Lectionum Berolinensium aestiva- *ἀποκτείναντα—ἄρξασθαι] σύραι ἀ- rum a. 1861, p. 4 b. ποκτείναντα ἅψασθαι. (σῦραι non de- 28. *κόπρος ἐστίν] ἐστιν om. bebam recipere vol. 2 p. 243, 29.) εἰ δέ γε (in Leid. τε) γῆ θεός * Θράσυλλον] θράσυλον ἐστʼ, σὐ νεκρὸς, ἀλλὰ θεός Cobetus])
300

416. καί μʼ οἶον ἐάσατε] εἰ καὶ ὑμεῖς, φησὶ, δειλιᾶτε ἐξελθεῖν, ἀλλʼ ἐμὲ μόνον ἐάσατε.

418. ἀτάσθαλον ὀβριμοεργόν] λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.

420. καὶ δέ νυ τῷδε πατήρ] προμελετᾷ τὴν ἱκετηρίαν· καὶ γὰρ ἱκετεύων τὰ περὶ τοῦ πατρὸς πρῶτον προβάλλεται· “μνῆσαι πατρὸς σεῖο” (Il. 24, 486).

428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς καὶ α ταυτὸν δηλοῦσιν.

430. ἀδινοῦ] πυκνοῦ καὶ συνεχοῦς. ἢ οἰκτροῦ κατὰ Αἰτωλούς.

431. τέκνον] ἡ συνεχὴς τοῦ ὀνόματος ἀνάκλησις ἐπικουφίζει μικρόν. τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ ι γράφει, ἵνʼ ᾖ πῶς βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος. τὸ δὲ αἰνὰ παθοῦσα τεκοῦσα γράφει, ἵνʼ ᾖ ὅμοιον τῷ δυσαριστοτόκεια. τινὲς δὲ ἀντὶ τοῦ πῶς ἀπο- βήσομαι, πῶς φροντισθήσομαι, ὡς τὸ “οὔτι βέομαι Διός” (Il. 15, 194) ἤτοι οὐ φροντίζω.

*Πορφυρίου. τί νυ βείομαι] τουτέστιν εἰς τί βιώσομαι. τὸ δὲ βείω παρὰ τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· “ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἵλιον” (Il. 6, 113). ὅτι γὰρ ζῶντα λέγει τὸ ἕκαστον ἐπὶ τῆς γῆς βαδίζειν “ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει” (Il. 17, 447). αἰῶνα δὲ λέγει τὸν ἑκάστου βίον· “ἐκ δʼ αἰὼν πέφαται” (Il. 19, 27)· ἔφθαρται δὲ αὐτοῦ ὁ βίος· καὶ “μινυνθάδιος δέ οἱ αἰών” (Il. 4, 478). ὅπερ ἐν ἄλλοις “ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο (Il. 24. 725), ἀπὸ τοῦ βίου νέος, οὐ γηράσας τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ βίον πολυχρόνιον ἔσχες. καὶ πάλιν “φίλης αἰῶνος ἀμερθῇς” (Il. 22, 58), ὅμοιον τῷ “γλυκὺς αἰών” (Od. 5, 152). καὶ τίς ὁ αἰὼν ἐξηγούμενος “τῆς περ ῥηΐστη βιοτή” (Od. 4, 565). τὰ δὲ. τῇ βιοτῇ ἀναγκαῖα βίοτος· “βίοτον δέ οἱ ἄλλοι ἔδουσι” (Od. 13, 419). καὶ ζωήν· “ἡ γάρ οἱ ζωὴ ἦν ἄσπετος, οὔ τινι τόσση” (Od. 14, 96).

433. εὐχωλή] ἐμοὶ, φησὶ, δόξα ᾖς, τοῖς δὲ πολίταις ὄφελος. καὶ καθʼ ἑκάστην ἡμέραν, ὡς θεῷ σωτῆρί σοι εὔχοντο, ἀλλʼ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ θανὼν εὐτυχής.

440. καλῶς τὸ μυχῷ προσέθηκε, πρὸς τὸ μὴ ῥᾳδίως αἴσθεσθαι.

[*](ἡ δὲ γῆ νεκρός, reliquis omissis, B. ἀλλὰ θεός. *εἰ δέ τε γῆ νεκρός ἐστʼ, σὐ νεκρὸς, 17. *Πορφυρίου] om.)
301

441. δίπλακα] διπλοίδα, ἣν οἷόν τε διπλῆν περιβαλέσθαι. θρόα δὲ τὰ βαπτὰ ἔρια. ἡ δὲ ἐν πρὸς τὸ ἔπασσεν. δηλοῖ δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν· ἀφʼ οὗ καὶ παστός.