Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

336. ἀϊκῶς] ἀπὸ τοῦ αἰκέως, ὃ δηλοῖ τὸ αἰκιστικῶς, γίνεται αἰκῶς καὶ ἀϊκῶς.

337. ὀλιγοδρανέων] ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.

338. ὑπὲρ ψυχῆς] κατὰ ψυχῆς, ὡς τὸ “ὑπὲρ πατρὸς καὶ μητρὸς γουνάζομαι” (Od. 13, 324).

346. τὸ ἑξῆς, οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι· αἱ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃ ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ οἷά μʼ ἔοργας.

ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνόμενον, εἰ μὴ ἀντὶ τοῦ ἀπο- σπαράσσοντα κεῖται.

349. εἰκοσαπλᾶ, εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται.

εἰκοσινήριτʼ] ὑφʼ ἂν ἀναγνωστέον, ὡς τὸ εἰκοσάβοια· παραφυλα- κτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς, ὅταν συντίθηται, εἰς λήγει. τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστι καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἐξισού- μένα.

350. στήσωσʼ] παραστήσωσιν, ἢ ἰσόσταθμά σοι κομίσωσιν.

351. οὐδʼ εἴ κεν] οὐδὲ ἐάν σοι ἰσοστάθμῳ χρυσῷ ἀναλαβεῖν βου- ληθῇ· οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερ- βολικῶς εἶπεν.

354. κατὰ πάντα δάσονται] ἀντὶ τοῦ κατέδονται. ἔμφασιν δὲ ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν.

355. τὸν δὲ καταθνήσκων] δαιμονίως τὸν καιρὸν στοχάζεται· ἔμπροσθεν μὲν γὰρ ὠλιγοδράνει παρʼ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἀπο- θνήσκει.

356. προτιόσσομαι] προσφθέγγομαι, παρὰ τὴν ὄσσαν, ἢ προ- ορῶμαι.

358. μὴ ὁ ἐμὸς θάνατος τὴν ἐκ θεῶν μῆνιν ἐπὶ σὲ ἐρεθίσῃ.

359. οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι μαντικαὶ γίνονται, οἱ δὲ, ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελ- θεῖν σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ.

[*](5. τοῦ δρῶν Bekkerus] τὸ δρᾶν 6. τῷ Bekkerus] τὸ 26, τὸν καιρὸν] τῶν καιρῶν)
298

365. κῆρα δʼ ἐγὼ τότε δέξομαι] καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν· ὁ δὲ Ἕκτωρ φιλόψυχος ὤν φησι πρὸς Πάτροκλον “τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον” (Il. 16, 859); ὑπερβολὴ δὲ μανίας τὸ πρὸς νεκρὸν ὁμιλεῖν.

369. περίδραμον] ὡς ἐπὶ παράδοξον γὰρ πρᾶγμα συντρέχουσι.

370. φυὴν καὶ εἶδος ἀγητόν] καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρη- μένου.

371. δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθεσιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.

373. ἦ μάλα δή] σαρκαστικὸς ὁ λόγος, ὅταν ἐν ἐπαίνῳ λεγόμενος ψόγον ἔχῃ. ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16, 745).

375. καὶ οὐτήσασκε παραστάς] ἅμα λέγοντες ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.

378. Ἑλληνικῶς κοινοποιεῖται τὴν νίκην, τὸ συμμαχικὸν ἀναζω- πυρῶν. οἴχεταὶ φησι τοῖς Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος.

379. παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται. τὴν δὲ αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν δεῦτε πειραθῶμεν εἰ καταληψόμεθα τὴν πόλιν, ἐπειδὴ τόνδε ἄνδρα.