Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

186. προπερισπαστέον τὸ φῆσθα· παρατατικοῦ γάρ ἐστιν, ὁ δὲ Τυραννίων βαρύνει ὡς ἐνεστῶτος.

190. ἁλιμοιρηέντων] κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν, ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ τοὺς τὴν ἰδίαν μοῖραν εἰσβάλλοντας ἐν ἁλί.

192. μέγας, φησὶν, ἐστὶν ὁ ποταμὸς, εἴ γε δύναται καὶ χραι- σμεῖν, ἵνα μὴ στίζωμεν εἰς τὸ μέγας. εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω.

194. Ἀχελώϊος] τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγου- σιν Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. ῥεῖ δὲ διʼ Ἀκαρνανίας καὶ Δωδώνης.

*ἐναντίον δὲ δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου δινήεντος, ὃν ἀθά- νατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι, “ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.” λύεται δὲ ἐκ τῆς λέξεως καθʼ ἕτερον· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ τὸ ῥεῦμα, ὥστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· Ζεὺς γὰρ πατὴρ ἀν- δρῶν τε θεῶν τε.

* Ἡρακλῆς εἰς Ἄιδου κατελθὼν ἐπὶ Κέρβερον συνέτυχε Μελεά- γρῳ τῷ Οἰνέως, οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευόμενον τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπά- λαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος.

196. πᾶσα θάλασσα] δηλονότι ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσὶν, [*](25. *οὖ καὶ δεηθέντος] om. 26. *εἰς] δὲ εἰς 30. *Ἀμαλθείας] ἀμαλθίας)

263
Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, μέλας κόλπος, Εὔ- ξεινος πόντος, Κασπία, ἐρυθρά.

197. μακρά] βαθέα, ὡς τὸ ἐναντίον “ἠϊόνος προπάροιθε βαθείης” (Il. 2, 92) ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ τὸ βλυστάνουσιν.

203. ἐγχέλυες] χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οῦτε ἐξ ὀχείας γίνονται οὔτε σπερματικοὺς οὔθʼ ὑστερικοὺς ἔχουσι πόρους· οὐκ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνίστανται ἐν τῷ πηλῷ. ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλοφάγους αὐτὰς εἶναι, καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. φησὶ δὲ ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτόν· ἢ ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγεῖ.

204. συναπτέον δὲ ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστὶ δημὸν ἐπι- νεφρίδιον. τὸ δὲ ἐρεπτόμ ενοι καὶ κείροντες δισσολογεῖται. κεί- ροντες δὲ ἤτοι ἀπλήστως ἐσθίοντες· ὅθεν καὶ κόρος.

ἐπινεφρίδιον] περὶ γὰρ τοὺς νεφροὺς πολλή ἐστιν ἡ πιμελή. εἴ. ρηνται δὲ νεφροὶ, ἀφʼ ὧν νείφεται τὰ οὖρα. ἐρέπτεσθαι δὲ κυρίως τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν.

214. αἴσυλα] τὰ τῆς αἴσης ἐστερημένα, ὅ ἐστι τοῦ δικαίου καὶ τῆς ἰσότητος. οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ περισσῶς.

218. ἐρατεινὰ ῥέεθρα] καλῶς τὸ ἐπίθετον, εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται.

219. δῖαν] μεγάλην, ἀπὸ μεταφορᾶς τοῦ Διός.

221. ἔασον] πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. ἢ ἔασον τοῦ μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα.

223. ἔσται ταῦτα Σκάμανδρε] ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν ἐξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ. ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός.

229. οὐ σύ γε βουλάς] διὰ τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπη νόος ἐστὶν ἑκάστου” (Il. 20, 25). καὶ πρὸς τὸ “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται” (ib. 26). ὑπομιμνήσκει οὖν ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτως τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ δόντος τοῦ Διός.

232. δείελος ὀψὲ δύων] τὴν τοῦ ἡλίου δύσιν, ὀψίαν δείλην ὑπὸ [*](2. * Ικνόριον] ἰκάρειον A (nisi quod καὶ ἐρυθρά). Κάσπιος καὶ 3. *πόντος] om. ἐρυθρός Vill. Κασπία, ἐρυθρά] Sic etiam Ven. 14. δισσολογεῖται] *διλογεῖται)

264
Ἀττικῶν ὠνομασμένην, οὗτος δείελον ἔφη ἀρσενικῶς. εἴρηται δὲ ὅτι τινὲς τότε δειλότεροι διὰ τὸ σκότος γίνονται.

234. ἐδεινοποίησε τὸν λόγον τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσ- σ υτο σφοδρὰν τὴν ὁρμὴν παρίστησι, τὸ δὲ οἶδμα ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ θύων τὴν ἐμμανῆ δηλοῖ ὁρμήν. ἡ μεταφορὰ δὲ τοῦ κυκωμένου ταραττόμενον ὅλον τὸν ποταμὸν παρίστησιν.

237. *ἐντεῦθεν ὁρμηθέντες τὸν Ἀχελῷον ἐταύρωσαν Ἡρακλεῖ ἀγωνιζόμενον. Ἀρχίλοχος μὲν οὐκ ἐτόλμησεν Ἀχελῷον ὡς ποταμὸν Ἡροκλεῖ συμβαλεῖν, ἀλλʼ ὡς ταῦρον· Ὅμηρος δὲ πρῶτος ποταμοῦ καὶ ἥρωος ἠγωνοθέτησε μάχην. ἑκάτερος οὖν τὴν αὐτὴν ὑπόθεσιν ἐμέτρησε τῇ δυνάμει, καὶ οὐκ ηὐλαβήθη Ὅμηρὸς μὴ ἀπολειφθῇ, πάσης ὕλης ὑψηλοτέραν ἔχων φύσιν. ἔστι δὲ αὐτῷ ὁ Ἀχιλλεὺς προοί- μιον πυρὸς καὶ ὕδατος μάχης, ἀντιπάλων στοιχείων.

*ἠΰτε ταῦρος] ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ταυ- ρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.

238. στικτέον εἰς τὸ χέρσονδε, ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο.

242. * Ἑλλάνικος ἐν δευτέρῳ Τρωϊκῶν “ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἐν τῇ Ἴδῃ” φησὶν “ὁ θεὸς ὗε, ὅθεν ὁ Σκάμανδρος τὸ ῥεῖθρον ὑπερβαλών ὑπὸ τοῦ ὀμβρίου ὕδατος τὸ ἔχον κοῖλα χωρία ἐπῆλθεν. τῷ ῥοῒ τούτῳ ὁ Ἀχιλλεὺς ἡγούμενος τοῦ στρατοῦ πρῶτος ἐνέτυχε, καὶ δείσας τὸν ῥοῦν, μή τί μιν πημήνῃ, ἐν πεδίῳ πτελέας πεφυκυίας λαβόμενος ἐμετεώρισεν ἑαυτόν· οἱ δʼ ἄλλοι προιδόμενοι τὸν ῥοῦν ἐτράποντο ὅπου ἐδύναντο ἕκαστος, ἄλλος ἄλλῃ, καὶ ἐπὶ τὰ τῶν ὀρῶν ὑπερέχοντα τοῦ πεδίου ἀνέβαινε.” Σερούϊος δὲ ἐν τρίτῳ τῶν Τρωικῶν “πλῆθος δὴ νεκρῶν ἐσωρεύθη κατὰ τὸν ῥοῦν· εἶτα ἀνακοπτομένου τοῦ ῥεύματος διὰ τὸ ἀποπεφράχθαι τὸν πόρον ἐλιμνάζετο ὁ ποταμός.”

243. οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· βαθύρριζον γὰρ τὸ δένδρον. ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ.