Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

131. δηθά] ἐκ πολλοῦ δηλονότι χρόνου.

135. νόσφιν ἐμεῖο] λείπει τὸ ὄντος.

136. χολώσατο κηρόθι μᾶλλον] ῥιφέντος Λυκάονος ᾖρκται τοῦ θυμοῦ· νῦν δὲ μᾶλλονδιὰ τὸ κακῶς ἀκοῦσαι.

140. Ἀστεροπαίῳ] πῶς πρὸ έ ἡμερῶν τὸν κατάλογον ποιησά- μενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς πρὸ ιά ἡμερῶν ἐληλυ- θέναι; οὐ θαυμαστὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐν τῷ καταλόγῳʼ μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ καταλόγῳ Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ “Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰ; (Il. 13. 691). οὕτως οὖν ἔσται καὶ ἐπὶ Ἀστεροπαίου. ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀστεροπαῖος, νυνὶ δὲ τὴν πᾶσαν αὐτῷ ἡγεμονίαν ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι.

141. υἱέι Πηλεγόνος] τίς χρεία τοῦ πατρὸς, μέλλοντος αὐτοῦ γενεαλογεῖν αὑτόν; ἀλλʼ ὁ μὲν ὡς μὴ γνώριμος Ἀχιλλεῖ (τῶν γὰρ ἐπηλύδων ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος· ὁ δὲ ποιητὴς, ἵνα μὴ ἐκεῖνος τῷ οἰκείῳ ἐπιμένοι καταλόγῳ, ἐνταῦθα συνέτεμε καὶ τὴν μητέρα ἐδίδαξεν.

145. μένος δέ οἱ ἐν φρεσὶ θῆκε] ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐ- θαρσία. πιθανῶς δὲ αὐτὸν υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν.

147. οὐδʼ ἐλέαιρεν] Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, εἴτε ἐπὶ τῶν [*](35. Πῖος] Πίος hic et alibi B.)

261
Τρώων· πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι τοὺς πολεμίους οὐκ ἐλεεῖ; εἴτε ἐπὶ τοῦ ποταμοῦ, ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ θεοῦ.

150. τίς πόθεν εἶς ἀνδρῶν] πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη.

155. δολιχεγχέας] καὶ πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 848) ἀγκυ- λοτόξους αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. παρ- οξύνεται δὲ τὸ δολιχεγχέας ὡς εὐειδέας.

158. *δύναται καὶ τὸ γαῖαν μὴ τὴν γῆν λέγειν, ἀλλʼ ὄνομα κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος δίχα τοῦ ν· “Ἀξιοῦ κάλ- λιστον ὕδωρ ἐπικίδναται Αἶα·” πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἀξιὸν θολερῶν, Αἶα ἡ κρήνη διαυγέστατον ἀνίησιν ὕδωρ.

162. *ἁμαρτῇ δούρασιν ἀμφίς] ἅμα ἀφῆκε δύο δόρατα.

ἀμφίς] δίχα· “τὼ δʼ ἀμφὶς φρονέοντε” (Il. 13, 345). “ζυγὸν ἐΐξοον ἀμφὶς ἐέργει” (ib. 706) ἀντὶ τοῦ εἰς ἑκάτερα διείργει· δηλοῖ οὖν τὸ ἐξ ἑκατέρου μέρους· περιδέξιος γὰρ ἦν. ἀμφίβολον δὲ πότερον ἁμαρτῇ ἀνέσχεν ἢ ἁμαρτῇ ἀφῆκε. τάχα οὖν ἀνέσχεν, οὐκ ἀφῆκεν.

τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται.

163. περιδέξιος] τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, ὡς τὸ “περίεσσι γυναικῶν” (Od. 18, 247). οἱ δὲ μεγαλοδέξιος· τινὲς δὲ ἀμφιδέ- ξιος.

165. χρυσὸς γὰρ ἐρύκακε] οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξεν, μέσος ἦν ὁ χρυσὸς, ὡς Πορφύριος. δύναται δὲ καὶ οὕτως εἶναι πρῶτος.

166. * ἐπιγράβδην] ἐπιξεστικῶς, ἄχρι μόνου τοῦ δέρματος.

167. οὐδέποτε Ἀχιλλεὺς τιτρώσκεται ἢ ὑπὸ μόνου τούτου.

169. ἡ μεταφορὰ ἀπὸ τοῦ “ἰθὺ βέλος πέτεται.” ἀπὸ δὲ τοῦ φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τό φορούμενον μετήγαγεν. ἔστιν οὖν κατʼ εὐθὺ πετομένην.

172. μεσσοπαλές] μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκπεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶδες ὄν.

[*](11, Ἀξιοῦ—Ἀξιὸν] άξίου—ἄξιον)
262

179. σχεδόν] λείπει τὸ ἐλθών.

181. χολάδες] τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι. οἱ δὲ ὅτι τὰ ἔντερα τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθὴ, ὅθεν ἴκτερος, ἡ δὲ μέλαινα, ἀφʼ ἦς αἱ μελαγχολίαι.

185. παισίν] ἀντὶ τοῦ ἐκγόνοις· περιττεύει δὲ ὁ περ.