Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

464. δειλῶν] ἀσθενῶν· Δειλᾶς γὰρ ὁ Θρᾷξ ἐφεῦρε πρῶτον τὸν εἰς φόνους κλῆρον.

465. ζαφλεγέες τελέθουσιν] μεγαλόφρονες γίνονται, καίπερ θνητὴν σιτούμενοι τροφήν. ὅταν δὲ ἀποβλέψῃ εἰς τὴν θείαν ὁ ποιητὴς φύσιν, τότε τὰ ἀνθρώπεια εὐτελίζει πράγματα.

467. δηριαάσθων] τὸ δεύτερον α ἐκτέταται, ὥσπερ ἐπὶ τοῦ ἀδιαι- ρέτου.

468. πάλιν ἐτράπετʼ] ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκό- τως αὐτῷ μάχην οὐ συμβάλλει. ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐεργέτας, καὶ μᾶλλον τοὺς πρεσβυτέρους.

470. πότνια] ἡ δεσπότις. μεταβαλῶν δὲ Ἀνακρέων φησὶ “δέσποινʼ Ἄρτεμι θηρῶν.” οἰκεῖον δὲ αὐτῇ τὸ προπετὲς, διὸ καὶ βλάβῃ περιπίπτει.

473. μέλεον] ἄμοχθον καὶ ἄλυπον.

474. ἀνεμώλιον] ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως.

[*](6. ὅτι] om.)
275

478. τὴν δʼ οὔτι προσέφη] προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραι- τήσεως. δισσολογεῖν δʼ οὐ βούλεται ὁ ποιητής.

479. προσέφη] ἀπὸ κοινοῦ τὸ προσέφη, ὡς κἀκεῖ “παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1, 443)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγέμεν.

482. μένος ἀντιφέρεσθαι] ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εῖπε “τί νυ τόξον ἔχεις,” ἐγώ σοι χαλεπὴ πολέμιος ἔσομαι.

483. τὸ λέοντα ἀντὶ τοῦ λέαιναν· οὐδέποτε δὲ παρʼ Ὁμήρῳ εὕρηται τὸ λέαινα. λέγει δὲ αὐτὴν λέαιναν διὰ τὸ ἀναιρετικὸν, ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς σκοτομαίνας δύστοκοι ἄγαν.

485. ἐναίρειν] φονεύειν, ἢ σκυλεύειν. τοῦτο δὲ λέγει, ὅτι τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν.

487. στικτέον εἰς τὸ δαήμεναι· ἔστι δὲ ἀντὶ τοῦ δάηθι.

489. χεῖρας] τῆς Ἀρτέμιδος δηλονότι. ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.

490. ποιητικῶς ἀντὶ βελῶν τόξα φησίν. ἢ πᾶσαν τὴν τοξικὴν παρετοιμασίαν.

492. ἐντροπαλιζομένη] ἐξ ὑποστροφῆς ἀνθισταμένη. τινὲς δὲ κατʼ αἰτιατικὴν ἤκουσαν, ἵνʼ ᾗ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς.

495. ἀπὸ τοῦ χωρεῖν. λέγει δὲ πέτραν διαγωγὰς ἔχουσαν πολλὰς, ὥστε χωρεῖσθαί τι. σημειωτέον δὲ ὅτι προεξηγήσατο τίς ἡ χηραμὸς, κοίλη πέτρα, καὶ νῦν ἐπεξηγήσατο.

498. οὔτι μαχήσομαι] ἄτοπον γὰρ τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. ἄλλως τε ἄνοπλοι ἀμφότεροι, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχῃ.

499. πληκτίζεσθʼ] μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.

501. εὔχεσθαι ἐμὲ νικήσειν] καλῶς ἄτυφος ὁ λογικὸς θεὸς, μηδὲ ἀδοξίας φροντίσας· λέγει γὰρ ὅτι εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα.