Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

323. τυμβοχοῆσʼ] τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς γὰρ τοὺς τάφους. διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος οὐκ ἔσται, φησὶν, αὐτῷ χρεία χώσεως τάφου.

325. μορμύρων] ἀναβράσσων, ἢ θηριούμενος, παρὰ τὴν μορμώ. ἔστι δὲ ἀπαραμίλλητα ταῦτα τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγα- ληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι δὲ ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ τούτῳ ἐπι- πλέοντα σώματα.

327. κατὰ δʼ ᾕρεε] κατέβαλλε καὶ κατεπόνει, ἀπὸ τοῦ αἱρῶ τὸ καταβάλλω. καὶ δασύνεται.

331. προπαροξυτόνως τὸ κυλλοπόδιον· εἰς δὲ τὸ τέκος ἡ στιγμή. διδασκαλία δέ ἐστι στρατηγικῶν πραγμάτων· εὐμήχανον γὰρ εἶναι δεῖ, καὶ συνορᾶν ταχέως δύνασθαι τίνα καὶ ποῖα τίσι καὶ οἵοις μάχεται, καὶ τίνων ἀφεκτέον, καὶ τίσι πολεμητέον.

332. ἠΐσκομεν] εἰκότως νομίζομεν ὅτι ἐναντίον ἐστὶ τὸ ὕδωρ τῷ πυρί.

333. πιφαύσκεο] ἐνδείκνυε, ἐξύφαπτε.

334. Ζεφύροιο] Ζέφυρος παρὰ τὸν ζόφον· καὶ ἡ ἀπὸ δύσεως πνοὴ ζοφόπνοια καλεῖται. ἀργεστὴς δὲ ὁ Νότος, ὅτι λευκαίνει τὰς νεφέλας.

* τὸ δὲ εἴσομαι ἀντὶ τοῦ πορεύσομαι.

336. Τρώων κεφαλάς] αὐτοὺς τοὺς Τρῶας. φλέγμα δὲ τὴν φλόγα, ὡς καῦμα τὴν καῦσιν.

339. *ἀρειῆ] ἀπειλῇ.

[*](11. ἀσιογεῖαι] ἀσιογειαὶ codex Venetus 458.)
269

343. *Πορφυρίου. πρῶτα μὲν ἐν πεδίῳ] ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκεχυμένον ὕδωρ. καῖε δὲ νεκροὺς, Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ Σκάμανδρος τοὺς Τρῶας ἔπνιγεν. καὶ διὰ τί τοῦ Σκαμάνδρου καιο- μένου ὁ Ἀχιλλεὺς ἐν ζέοντι αὐτῷ ἀποληφθεὶς ἐπνίγετο μὲν, οὐκ ἐκαίετο δέ; ἢ διότι οὐχ ὅλος ὁ ποταμὸς ἐκαίετο. ἐνδέχεται οὖν μὴ ἐν τοῖς τοιούτοις αὐτὸν τοῦ ποταμοῦ μορίοις εἶναι· καὶ γὰρ ἂν οὕτως γε ὁ Ἥφαιστος ἦν αὐτὸν ὁ διαφθείρων, ὃν οὐκ. εἰκὸς βοηθεῖν μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν ὅπως μὴ, ἔνθα ἦν ἐκεῖνος, ὁ ποταμὸς πονήσῃ, ὡς οὖν ὁ Σκάμανδρος πνίγων Ἀχιλλέα τοὺς ἐμβεβηκότας τῶν Τρώων εἰς αὐτὸν “ζωοὺς δʼ ἐσάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσιν” (238), οὕτω καὶ ὁ Ἥφαιστος τὸν μὲν ποταμὸν ἔκαιε, τῷ δʼ Ἀχιλλεῖ διὰ τοῦ πυρὸς συνεμάχει.

καὶ πῶς μὴ ἐκαίετο Ἀχιλλεύς; ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα μὲν ἔπνιγε, Τρῶας δὲ ἔσωζεν, οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου ἔνθα ἦν Ἀχιλλεύς.

346. ὀπωρινὸς Βορέης] ἰσχυρότεροι γὰρ κατὰ τὴν ὀπώραν οἱ Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν ἐπιβαλεῖν· πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτίς. ὀπωρινὸς δὲ ὁ θερινός. οἱ δὲ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι Βορέου.

347. ὅστις ἐθείρῃ] ὁ γεωργὸς ὅστις ἔθος ἔχει σκάπτειν αὐτήν.

350. καίοντο πτελέαι] δηλονότι ὑποφυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπέντος. τοῖς δὲ ὑπʼ αὐτοῦ τραφεῖσιν ὕλῃ χρῆται κατʼ αὐτοῦ.

354. κυβίστων] σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα. οὐ γὰρ ἀναπάλλεσθαι τοὺς ἰχθύας ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν· ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ὑπὸ τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν.

357. οὕτις σοί γε] ἀνίκητον γὰρ τὸ πῦρ, καὶ σίδηρον γοῦν [*](1. * Πορφυρίου] om. 13—16. Hoc scholion in B ad- ἵνα—ἔπνιγεν] Haec a m. pr., re- scriptum est versui 365. liqua ab secunda. 3. διὰ τί τοῦ —] Ab his demum 13. verbis incipit scholion Porphyrii 18. ἐπιβαλεῖν Bekk.] ἐπιλοβεῖν 25. ἄν Bekk.] om. in aliis codicibus. 4. ἀποληφθεὶς Bekkerus] ἀπο- 27. ὑπὸ Bekk.] ἀπὸ λειφθεὶς)

270
μαλάσσει, καὶ οὐδὲ ὑπὸ ἄλλου μαραίνεται, ἀλλʼ ὑφʼ ἑαυτοῦ· λεπτο- μερεστάτη γὰρ ἡ οὐσία τοῦ πυρὸς καὶ διὰ πάντων διικνουμένη.

361. ἀνὰ δʼ ἔφλυε] ἀνέζει· ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνάστημα φλυκτὶς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου.

362. ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, καὶ ὁ ποταμὸς καὶ ὁ λέβης.

τὸ ἑξῆς, ζεῖ ἔνδον πάντοθεν ἀμβολάδην. καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων φαμὲν ἀναβάλλειν τὸ χαλκίον. ἀναζεῖ οὖν πάντοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν.

363. κνίσην] σὺν τῷν Ἀρίσταρχος. τὸ δὲ μελδόμενος ἀντὶ τοῦ τήκων. κνίση δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον, ἵνʼ ᾖ τὰ κνίση, ὡς τὸ “Τηλέμαχος τεμένη νέμεται” (Od.11,184)· ἀλλʼ ἀεὶ παρʼ Ὁμήρῳ ἡ κνίσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν ε΄ προβλη- μάτων γράφει κνίσῃ μελδόμενος ἵνʼ ᾖ τῇ κνίσῃ λιπαινόμενος, ὡς τὸ “μέλη ἤλδανε ποιμένι λαῶν” (Od. 18, 70). μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν ἢ ἀλδάνειν. κνίσα δὲ σημαίνει τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν λέγῃ “καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή” (Od. 12, 369) καὶ “κνίση δʼ οὐρανὸν ἷκε” (Il. 1, 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη “ἐμπλείην κνίσης τε καὶ αἵματος” (Od. 18, 118). σημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ “κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες” (Il. 1, 460). διπλᾶ γὰρ τὰ κνίση ποιήσαντες τοὺς μηροὺς ἐκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνίση· ἐπειδὴ γὰρ δύο οἱ μηροὶ, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. σιάλοιο δὲ τοῦ ἐντροφίου καὶ σιτευτοῦ.

*Πορφυρίου. οἱ μὲν οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν, κνίσην μελδόμενος, ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵνʼ ᾖ τὴν κνίσαν τήκων. οὐκ εἶχον δὲ παρʼ Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον, ἀλλʼ ἀεὶ θηλυκῶς· “κνίσση δʼ οὐρανὸν ἷκεν” (Il. 1, 317) καὶ “κνίσσην ἐκ πεδίου ἄνεμοι φέρον” (Il. 8, 549). μήποτε οὖν οὐκ ἔστι μελδόμενος τὸ τήκων· οὐδὲ κεῖται τὸ ἔδειν, ἀλλὰ τὸ ἔλδειν. ὅπερ οὖν λελυμένως ἔφη “μέλη ἤλδανε ποιμένι λαῶν” (Od. 18, 69), [*](5. ἐπὶ Bekkerus] ὑπὸ secunda. 12. σὺν τῷ ν] Alii enim κνίσης 28. *Πορφυρίου] om. 19. ἡδὺς] In ἡδεῖ’ mutavit manus)

271
σημαίνων τὰ εὐτραφῆ λιπαρὰ ἐποίει, εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν μελδόμενος ἔφη, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος μέλη λέγων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμενον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς ἐν ἄλλοις “ἐν, δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο” (Il. 18, 351). τινὲς δὲ οὕτως, κνίσσῃ μελδόμενος ἀντὶ τοῦ κνίσσῃ μέλη ἐδόμενος, δοτικὴν ἀντὶ τῆς γενικῆς λαβών· ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη ἤτοι τὰ κρέη· ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαι- νόμενος καὶ τηκόμενος.

366. οὐδʼ ἔθελε] οὐκ ἡδύνατο. ἀϋτμὴ δὲ ἡ ἐξατμιζομένη πυρώδης πνοή. τὸ μὲν γὰρ καθαρὸν ὕδωρ, ὡς τὴν ἰδίαν φύσιν ἔχον, ἀκο- λούθως ὅπη θέλει ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδυπόρον γίνεται, πολὺ τῆς δυνάμεως ἀφῃρημένον. Ἥφαιστος δέ ἐστιν ἡ πυρώδης ὅλη οὐσία, Σκάμανδρος δὲ μέρος τῆς οὐσίας τοῦ ὕδατος.

369. τίπτε] ἐπὶ τίνι αἰτίᾳ; τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ λυπήσεως ἐπῆλθε, βλαπτικῶς ἐφώρμησεν.