Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

283. ἔναυλος] χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν.

ἀποέρσῃ] παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπολέσθαι.

284. μάλʼ ὦκα] ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ. ἀνακτήσασθαι τὸν οὕτως ἠθυμηκότα. δύο δὲ θεοὶ πάρεισιν, καὶ οὐ μόνον διαλέγονται, ἀλλὰ καὶ πιστοῦσιν ἑαυτούς.

267

286. χειρὶ δὲ χεῖρα λαβόντες] τῆς δεξιᾶς πίστιν ἐποίησαν· ἔθει γὰρ ἀρχαιοτέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλοις.

288. τρέε] ὑποχώρει καὶ φεῦγε. ἱκαναὶ δὲ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρσῆσαι Ἀχιλλέα, ὅτι τε θεοί εἰσιν οἱ συμμαχοῦντες, καὶ ὁ Ζεὺς ἐπένευσε, καὶ τὸ μοιρίδιον οὕτως ἐλήλυθε. πρὸς δὲ τοὺς ζητοῦντας πῶς διαλέγονται μὲν αὐτῷ οἱ θεοὶ, οὐκ ἐπιβοηθοῦσι δὲ, ῥητέον ὅτι ἕτερος ἦν ὁ τῷ Σκαμάνδρῳ ἀντιτεταγμένος.

293. αἱ κε πίθηαι] οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί γὰρ ἔμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ- βουλεύουσι: τάχα οὖν πρὸς τὰ ἑξῇ ἐστί “σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν.” ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ.

294. μὴ πρίν] ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμ- φατον ἀντὶ προστακτικοῦ ἐστιν.

296. στικτέον εἰς τὸ φύγῃσι· τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου.

299. τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον· τὰ δὲ ἄλλα διὰ μέσου κεῖται. ὑπεκκαύματα δὲ δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμανδρον μᾶλλον κατʼ αὐτοῦ προσεταιριζόμενον καὶ προσεπιτιθέμενον εἰπών.

301. δαῒ κταμένων] ἄμεινον οὖν κατὰ διάστασιν ἀναγινώσκειν τὸ δαὶ κταμένων, ὡς τὸ Ἄρηϊ κταμένων.

302. καὶ νέκυες] ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων σφοδρότης αὐτοὺς ἀνῆκεν.

303. ἀΐσσοντος ἀνʼ ἰθύν] ἀνὰ τὴν ἀναφορὰν τοῦ ὕδατος ὁρμῶντος.

306. κόρυσσε] ἐμετεώριζεν ἢ ὥπλιζε κατὰ Ἀχιλλέως.

308. φίλε κασίγνητε] καὶ ἀδελφὸν κατὰ ἀνθρώπου παρακαλεῖ καὶ ὑπὲρ φίλης πόλεως.

310. Τρῶες δέ] οἱ Τρῶες, φησὶν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν μάχην· χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν.

312. ἐναύλους] τοὺς χειμάρρους, τὰς στενὰς διώρυχας.

316. οὔτε βίην] δαιμονίως κατείλοχε πάντα οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.

[*](6. αὐτῷ οἱ θεοἱ addidit Bekk. 33. κατείλοχε Bekk.] κατείληχε)
268

317. νειόθι λίμνης] πρὸς τὸ κατώτατον τῆς θαλάσσης μέρος.

319. χέραδος] τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψηφίδων, ἢ τῶν εἰς χερμαδίας ἐπιτηδείων λίθων, ἢ πᾶσαν ἀκαθαρσίαν συρρέ- ουσαν ἐκ τῶν ὑδάτων.

*οὐκ ὀλίγον οὖν πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω.

320. ἐπιστήσονται] δυνήσονται· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16, 142).

321. ἄσιν] τὸν ἐν ὕδασι συρφετὸν καὶ ξηρὸν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ Ἄσιον τὸν λειμῶνα ἤκουσαν.

*καὶ ἀσιογεῖαι αἱ αἱμασιαί.