Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

244. κρημνὸν ἅπαντα διῶσεν] τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν πᾶσαν γῆν διέλυσε. προπερισπωμένως δὲ τὸ διῶσεν.

247. ἤϊξε] εἰ τοὺς πολεμίους διώκων ὠκύτατος ἦν, χρὴ ἐννοεῖν περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ὁποῖος ἦν.

249. ἐπὶ μὲν τῶν τῆς θαλάσσης κυμάτων λέγει “κυρτὰ φαλη- ριόωντα” (Il. 13, 799)· ἀκριβέστατα δὲ ἐπὶ τῶν ποταμῶν παρε- [*](7. ἐταύρωσαν Bekkerus] ἐσταύ- 18. ὁ θεὸς ὗε] om. ρωσαν ὅθεν] ὅθεν γὰρ)

265
φύλαξε· κυμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ συνθέσει τῶν λέξεων ἔδειξεν ἐπαιρόμενον κῦμα καὶ μελαινόμενον.

252. Ἀριστοτέλης μελανόστου ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος· ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἱ δὲ μελανόσσου, μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος μέλανός του· ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τῷ ἐγκλιτικῷ τον οὐ χρῆται. ἄμεινον οὖν ἄρθρον αὐτὸ ἐκδέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ ποιητής.

257. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγός] ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρ- χεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά. παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· ἀπὸ κρήνης μὲν τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν κατάντει δὲ χωρίῳ πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος. ὀχετηγὸς δὲ ὁ ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις.

259. μάκελλαν] μάκελλα ἡ σκαλὶς ἡ μακέλλουσα καὶ κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα. ἀμάρη δὲ ἡ ὑδρορόη, παρὰ τὸ τῇ ἄμῃ ῥεῖν, ἢ παρὰ τὸ τὰ μὴ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.

ἐξ ἔχματα βάλλων] τὰ κωλύματα τῆς διώρυχος ἐκβάλλων.

260, 261. ἡ ὑπό πρὸς τὸ ὀχλεῦνται, ἵνʼ ᾖ ὑποκινοῦνται.

261. κελαρύζει] μετὰ κελάδου ῥεῖ, ἢ κατὰ ἀντίθεσιν λακερύζει.

262. προαλεῖ] κατάντει, καθʼ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις.

264. λαιψηρόν] λίαν ταχύν.

265. ὁρμήσειε] τινὲς ἀντὶ τοῦ διανοήσειε. γράφεται δὲ καὶ οἰμήσειε. προκρίνει δὲ Ἀρίσταρχος τὴν διὰ τοῦ ρ γραφήν.

266. εἴ μιν ἅπαντες] ἀντὶ τοῦ εἰ μηδένα ἔχει βοηθὸν, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν.

269. ὅλον τὸ πεδίον πέλαγος γεγενημένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν, ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν. πρὸς δὲ τὴν ποίησιν καὶ λίαν παράδεκτα. πλάζειν [*](4. Ἀριστοτέλης] Ἀρίσταρχος Rosius in Aristot. pseudepigr. p. 167. 7. μέλανός του] μελανόστου)

266
δὲ τὸ στροφοδινεῖν καὶ οἱονεὶ σκοτίζειν, καὶ πλασμὸς ἡ ἐξ ἀμφοῖν τῶν μερῶν ἐπεισβολὴ τοῦ κύματος. ἐπήδα δὲ ὁ Ἀχιλλεὺς, ἵνα μὴ τὸ κῦμα ποσῶς αὐτὸν ὑφʼ ἑαυτὸ σχῆ.

271. ὑπέρεπτε] ὑπήσθιεν, ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως.

*ὑπέρεπτε] ὑπέσυρεν.

273. ἐμὲ τὸν ἐλεεινόν. ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας τὴν χεῖρα βληθεὶς ἀποθνήσκων ὠδύρετο ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ.

276. ψεύδεσσιν] προπαροξυτόνως ὡς βέλεσιν ἀπὸ τοῦ ψεῦδος, οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶς.

ἔθελγεν] μεγαλοφυῶς ἐπὶ τῇ τοῦ τοιούτου θανάτου ἐλπίδι θέλγε- σθαί φησιν, ὥσπερ ἡδέσι λόγοις πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτὴ, ἀλλʼ ὁ τρόπος.

278. λαιψηροῖς] τοῖς αἰφνίδιον ἀποκτείνουσιν.

279. ὥς μʼ ὄφελ’ Ἕκτωρ κτεῖναι] ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀποκρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ Ἀλεξάνδρου παραλαβεῖν.

τέτραφʼ] ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥήματος ἀντὶ παθητικῶν τάσσει.

280. ἀγαθὸν δέ κεν ἐξενάριξεν] οὐχ ὅτι καὶ νῦν οὐκ ἔστιν ἀγαθὸς ὁ Ἀχιλλεὺς, κἂν ὑπὸ τοῦ ποταμοῦ φθαρείη, ἀλλὰ τοιοῦτόν ἐστιν ὃ λέγει, ἀγαθὸν ὄντα καὶ πράττοντά τι γενναῖον.

282. ἐρχθέντʼ] ψιλωτέον δέ. ἔστι γὰρ παρὰ τὸ εἴργω. Ἀττικοὶ δὲ δασύνουσιν.

ὡς παῖδα συφορβόν] πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσω- πον· καὶ παιδὶ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων “ἐγὼ καλός τε μέγας τε” (108).