Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἀλλʼ ὅτε δή] πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσὶ, καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ, τὴν παρὰ τῷ ποταμῷ μάχην, καινάς τινας διαθέσεις ἐπεισ- φέρων τῇ ποιήσει. τετάρτην γὰρ ταύτην συνιστὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἴδε τοὺς βαρβάρους Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει καὶ τὸν ποταμὸν ἀντιτίθησιν, εὔλογον ἀφορμὴν λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν.

πόρον τὸν πορευτὸν αὐτοῦ τόπον· οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον.

2. Ξάνθο υ μὲν τοῦ ξανθὰς ποιοῦντος τὰς τρίχας, δινήεντος δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς μετέπειτα μέν φησιν ἐπὶ τοῦ Ὠκεανοῦ “ἐξ οὗ περ πάντες ποταμοί,” νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν ὡς θεοῦ τιμωμένου πατὴρ ὁ Ζεὺς, τοῦ δὲ ῥεύματος χορηγὸς Ὠκεανὸς, ἐξ οὗ περ πάντες ποταμοί· [*](2. μαιμᾶν] μεμᾶν 9. κεκλιμένα Vill.] κεκαυμένα 29. *μέν] om.)

252
“πατὴρ ἀνδρῶν τε θεῶν τε.” ἢ διὰ τὸ πλέον χειμάρρον εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ γοῦν “ὀρόθυνον ἐναύλους·” “ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ” (283).

διὰ τί πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν “ὃν ἀθάνατος τέκετο Ζεύς ;” πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς: ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διὸς, ὄμβρῳ δὲ οὖτος αὔξεται. φέρεται δὲ καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῷ πατρὶ Διὶ ἐπιδεῖξαι αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιώτερον μετεισφέρεσθαι, ἐπωνόμασε Σκά- μανδρον, οἱονεὶ Κάμανδρον γενόμενον ἤγουν καμάτου ἑαυτῷ παραίτιον. ὅθεν εἰκότως ὁ ποιητὴς τὴν αὐτοῦ γένεσιν προσῆψε τῷ Διί. Ξάνθος δὲ προσηγορεύθη ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι κόμας ἔσχον ξανθάς.

3. ἔνθα διατμήξας] θαυμαστήν τινα φαντασίαν ὑποτίθεται, το- σαύτας μυριάδας ἀνδρῶν ὑφ’ ἑνὸς διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυοῖν αὐτὸν τάξεων εἶναι τάχα οὖν ποικίλλει τὸν λόγον, μόνον αὐτὸν λαμ- βάνων· ἤσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε.

4. ἤπερ Ἀχαιοί] δείκνυσιν ὅτι δι’ ἧς ὑπερηφάνως ἐδίωκον Τρῶες, ταύτῃ διώκονται.

5. ἐμαίνετο] ἐνθουσιωδῶς ἐμάχετο. διὸ οὐκ εἶπεν ἐμάρνατο.

6. καὶ τὸ προχέοντο, ὡς καὶ ἐπὶ τῶν προβάτων “ἐπʼ ἀλλήλῃσι κέχυνται” (Il. 5, 141), τὸ ἄτακτον καὶ ἀνώμαλον τῆς φυγῆς τού- των δηλοῖ. πεφυζότες δὲ ἀντὶ τοῦ δειλιῶντες.

7. πίτνα] ἐξέτεινε. εἰλεῦντο δὲ τὸ συνωθοῦντο.

9. οὐκ εἶπεν ἐνέβησαν, ἀλλʼ ἐνέπεσον, τὸ ἀκούσιον βουλόμενος σημᾶναι. πάταγος δὲ ψόφος ἐκ τριῶν γινόμενος, ὅπλων, βοῆς, ὕδατος.

10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον] αἱ περὶ τὸν ποταμὸν ὄχθαι ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, τὸ μέ- γεθος καὶ πλῆθος τῆς βοῆς παραδηλοῦσαι. ὄχθη δὲ καὶ κρημνὸς ταὐτά· φησὶ γὰρ “μεσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης” (172) καὶ “οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι” (175).

[*](1. * πλέον χειμάρρον] πλέων χει 7. *φέρεται] φαίνεται μάρρων 11. μετεισφέρεσθαι, ἐπωνόμασε] 6. * ἂν] om. *μεθῆκε φέρεσθαι καὶ μετωνόμασε)
253

12. ὡς δʼ ὅθ’] ἐπεὶ ταπεινὴ ἡ εἰκῶν, ἐφαίδρυνεν αὐτὴν τῷ ῥιπῆς καὶ τῷ ἠερέθονται. καίουσι δὲ οἱ γεωργοὶ πῦρ, διώκοντες αὐτὰς τοῦ σπόρου. ἐμφερέστατα δὲ καὶ ἐφʼ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων ἀκρίσιν. ἀκρὶς δὲ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα τρώγειν. ἠερέθονται δὲ τὸ ἐρεθίζονται.

14. ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλούμενον καὶ βαρυνόμενον ὀρόμενον ὄρμενον.

πτώσσουσι] ἐμπίπτουσι καταπληχθεῖσαι.

16. κελάδων] ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν, παροξυτόνως δέ· παρὰ ποταμὸν γὰρ κελάδοντα, οὐ κελαδοῦντα, φησίν.

18. κεκλιμένον] ἀνακεκλιμένον, ἀνακείμενον, προσερηρεισμένον.

20. ἐπιστροφάδην] συνεστραμμένως, ἰσχυρῶς, ἢ μηδένα τόπον παραλιμπάνων. ὑπʼ ὄψιν δὲ ἤγαγε τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησε. στόνος δὲ ἀεικής ὁ δεινὸς καὶ χαλεπὸς στεναγμός.

22. ὡς δʼ ὑπὸ δελφῖνος] καλῶς τὰ τῆς παραβολῆς· ὅτε γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες ἐπὶ τὸν ποταμὸν συνωθοῦντο, πυρὶ καὶ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνάδει.

μεγακήτεος] μεταφορικῶς μεγάλου, ἢ μέγα κύτος ἔχοντος, ὡς “μεγακήτεϊ νηΐ” (Il. 8, 222).

23. μυχοὺς τὰς καταδύσεις. γίνεται δὲ παρὰ τὴν νύκτα, νυχὸς καὶ μυχός.

25. δεινοῖο] μεγάλου καὶ θαυμαστοῦ.

26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες ἑαυτούς. κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας ὄχθας τοῖς ὕδασιν.

27. λέξατο κούρους] ἐκλέγεται αὐτοὺς ὡς εἰς θυσίαν μέλλων παριστάνειν Πατρόκλῳ κατὰ τὴν ὑπόσχεσιν. μεγάλην δὲ τὴν ὑπεροχὴν καὶ διὰ τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμα- λώτους λέγων οἵους καὶ ὅσους ἐβούλετο, καὶ καθʼ ἕνα συνδῆσαι πάλιν, ὥσπερ ἀνδράποδα προτείνοντας τὰς χεῖρας. τοίνυν συνυπούρ- γουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι. τὸ δὲ ὅλον ἦν τὸ αὐτοῦ.

31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ [*](18. ἐπὶ γῆς ἦν Bekkerus] ἐπὶ γῆν ἐπὶ] εἰς Bekkerus. 33. αὐτοῦ] αὐτάς Vill.)

254
ὅτι ταῦτα αὐτοῖς ἀφορμὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

στρεπτοῖσι] ἀντὶ τοῦ εὐκλώστοις· ἐνήθετο γὰρ καὶ ἡ κρόκη διὰ στρεπτοῖο χιτῶνος. οὐδέποτε δὲ ἐγινώσκετο τὸ ῥοδανίζειν, ἀλλὰ νήθειν. Μένανδρος “κρόκην δὲ νήσει καὶ στήμονα.”