Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

451. ᾧ ἔοικας εὔχεσθαι παραγινόμενος εἰς τὰς μάχας.

453. εἴ πού τις] καὶ τῆς νῦν ἀποτυχίας παιδευτικῶς τὴν αἰτίαν εἰς θεοὺς ἀνήγαγε καὶ τῆς αὖθις ἐπιτυχίας. τὸ δὲ ἀνύω βαρυντέον· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.

454. ἐπιείσομαι] ἐπιπορεύσομαι. ὡς πρόσθεν δὲ ἀποτυχὼν Αἰνείου εἰς τὸ πλῆθος τρέπεται, οὕτω καὶ νῦν.

456. ὁ δὲ τὸν μὲν ἔασε] ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι Ἀχιλλέως ταχύνας καὶ αὐτὸς τὸν λόγον.

461. βραχὺ διασταλτέον εἰς τὸ ἐφορμηθείς. εἰκότως δὲ τὸν μὲν πρῶτον διὰ βολῆς ἀναιρεῖ, τὸν δὲ ἕτερον τῷ ξίφει, πλησίον γενόμενος. παρέλιπε δὲ αὐτῶν τὰς πληγὰς, ἵνα μὴ πρὸς κόρον ὁ λόγος ᾖ.

463. Τρῶα δʼ Ἀλαστορίδην] παραλλάσσων τὸ ὁμοειδὲς ἐποίησέ τινα ἱκετεύοντα. τὸ δʼ ἑξῆς, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἦπαρ, καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδεκτέον ἀπὸ τοῦ σχεδὸν ἄορι τύψας (462).

464. δασυντέον τὸ ευ· ἔστι γὰρ ἀντὶ τοῦ αὑτοῦ.

467. γλυκύθυμος] οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλʼ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός. ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν· ὅτε γὰρ θάπτομεν τοὺς φίλους, τότε μά- λιστα αὐτῶν ἐλπίζοντες στερίσκεσθαι αὔξομεν τὴν ὀδύνην. οὐκ ἐπαι- νῶν δὲ ὁ ποιητὴς τὸ θυμικὸν σκληρόφρονα αὐτὸν καλεῖ.

470. ὄλισθεν] ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορραγία δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων, τοῦ ἥπατος καὶ τῆς κοιλίας τῆς τε πύλης, ἥτις ἐστὶ κατὰ τὰ σκαιά. τὸ δὲ αἷμα, φησὶ, κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος ἔπλησε κόλπον.

476. δαιμονίως τὸ βάθος τῆς πληγῆς διὰ τῆς λέξεως παρέδειξεν.

478. τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν, διʼ ὧν γίνονται αἱ ἐκτάσεις καί κάμψεις.

483. τινὲς εὐθεῖαν τὸ σφονδυλίων ἐκδέχονται, ἵνʼ ᾖ ὁ σφονδυ- λίων μυελός.

484. Πείρεω ὁμοίως τῷ Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως. ἐν ἄλλοις δὲ Πείροος λέγεται καὶ Πείρως.

[*](25. *καὶ] om.)
251

490. πολλάκις χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματοποιίᾳ χρῆται, μαιμᾶν λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγό- μενον τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται. ἥ τε γὰρ προθυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ἐπιδρομῇ· καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει· καὶ τὸ εὐμε- ταχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται· διά τε τοῦ εἰλυφάζει τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν.

*ἄγκεα] τοῦ ὄρους τὰ μὲν ἀνωτάτω ἀκρώρειαι, τὰ δὲ ὑψηλὰ σκο- πιαὶ, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κεκλιμένα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνωρείαις πεδιὰς παρόριον.

497. ὑπό] οὐκ ἀναστρεπτέον τὴν ὑπο· ἔστι γὰρ ὑπὸ ποσσὶν, ὡς ἐκεῖ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος” (Il. 3, 13).

502. κῦδος] τὸ ἐκ τῆς ἀναιρέσεως Εκτορος, ἢ καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ.

1. ἀλλʼ ὅτε δή] πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσὶ, καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ, τὴν παρὰ τῷ ποταμῷ μάχην, καινάς τινας διαθέσεις ἐπεισ- φέρων τῇ ποιήσει. τετάρτην γὰρ ταύτην συνιστὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἴδε τοὺς βαρβάρους Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει καὶ τὸν ποταμὸν ἀντιτίθησιν, εὔλογον ἀφορμὴν λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν.

πόρον τὸν πορευτὸν αὐτοῦ τόπον· οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον.

2. Ξάνθο υ μὲν τοῦ ξανθὰς ποιοῦντος τὰς τρίχας, δινήεντος δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς μετέπειτα μέν φησιν ἐπὶ τοῦ Ὠκεανοῦ “ἐξ οὗ περ πάντες ποταμοί,” νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν ὡς θεοῦ τιμωμένου πατὴρ ὁ Ζεὺς, τοῦ δὲ ῥεύματος χορηγὸς Ὠκεανὸς, ἐξ οὗ περ πάντες ποταμοί· [*](2. μαιμᾶν] μεμᾶν 9. κεκλιμένα Vill.] κεκαυμένα 29. *μέν] om.)

252
“πατὴρ ἀνδρῶν τε θεῶν τε.” ἢ διὰ τὸ πλέον χειμάρρον εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ γοῦν “ὀρόθυνον ἐναύλους·” “ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ” (283).

διὰ τί πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν “ὃν ἀθάνατος τέκετο Ζεύς ;” πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς: ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διὸς, ὄμβρῳ δὲ οὖτος αὔξεται. φέρεται δὲ καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῷ πατρὶ Διὶ ἐπιδεῖξαι αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιώτερον μετεισφέρεσθαι, ἐπωνόμασε Σκά- μανδρον, οἱονεὶ Κάμανδρον γενόμενον ἤγουν καμάτου ἑαυτῷ παραίτιον. ὅθεν εἰκότως ὁ ποιητὴς τὴν αὐτοῦ γένεσιν προσῆψε τῷ Διί. Ξάνθος δὲ προσηγορεύθη ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι κόμας ἔσχον ξανθάς.

3. ἔνθα διατμήξας] θαυμαστήν τινα φαντασίαν ὑποτίθεται, το- σαύτας μυριάδας ἀνδρῶν ὑφ’ ἑνὸς διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυοῖν αὐτὸν τάξεων εἶναι τάχα οὖν ποικίλλει τὸν λόγον, μόνον αὐτὸν λαμ- βάνων· ἤσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε.

4. ἤπερ Ἀχαιοί] δείκνυσιν ὅτι δι’ ἧς ὑπερηφάνως ἐδίωκον Τρῶες, ταύτῃ διώκονται.