Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

388. δούπησεν] ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.

390. δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον.

392. Ὕλλῳ ἐπ᾿ ἰχθυόεντι] τὸ σχῆμα ὁμοιόπτωτον. ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου, τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· δυσπέρατος γάρ ἐστιν.

394. δατέοντο] ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παρα- θεόντων τροχῶν διαιρουμένου.

395. ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα, τὸν τρόπον, τὸν πατέρα, τὸν τόπον ἐφ᾿ ὃν ἡ πληγὴ, ὅτι ἐπὶ τὴν κεφαλὴν, καὶ ὅτι διὰ τῆς κυνέης, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς, καὶ μέχρι ποῦ διῆλθε. καὶ ἡ ἐπεξεργασία δὲ θαυμασία. ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται· ἀλλ᾿ ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν τέτρωται, ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώσκεται.

396. ἐσθλὸν ἀλεξητῆρα] ἀγαθὸν ἐν τῇ μάχῃ βοηθόν. δύναται δὲ καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι, καὶ γράφεσθαι μάχης.

404. οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύπων ποιοῦσι κτητικοὺς τύπους, ἑτέρων ἑτέρωνος ἑτερώνιος, ἀνεμώνιος, ἐτυμώνιος, Ἑλικώνιος. τὰ δὲ διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει, διὰ τοῦ ησιος, Ἴθακος Ἰθακήσιος, βροτήσιος, ἐτήσιος· εἰ δὲ τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ ᾱ, Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν.

φασὶν ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρῦσθαι. σύνηθες δὲ τοῖς ἐκεῖ καθ᾿ ἕκαστον ἔτος ἐγκυκλεῖν τὰς θυσίας τῷ θεῷ, σημεῖα λαμβάνουσιν ἀπὸ τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι. εἰκό- τως δὲ οὗτος ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνήσκει· τὴν γὰρ [*](23. ἑτέρων—ἐτυμώνιος] ἑτερὼν 28. φασὶν —ἱδρῦσθαι] * Ἁπλεὺς ἐτερῶνος—ἑτοιμώνιος. Correxi ex (*Νηλεὺς) φασὶν—ἱδρύσατο Townl. Eustathio p. 1214, 27. Conf. Conf. vol. 2 p. 207, 20. Cram. Anecd. Oxon. 4 p. 329.)

249
τραχεῖαν ἀρτηρίαν διεκόπη καὶ τὸν στόμαχον διήρηται. καὶ μέχρι δὲ τοῦ θυμοῦ φθάνει τὸ δόρυ. θυμὸς δέ ἐστιν μεταξὺ τῶν κλειδῶν κείμενος ὑμὴν πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν.

410. πάντας] ἐνίκα τοὺς νόθους μόνον· ὁ γὰρ Πολίτης “σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς” (Il. 2, 792). ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς διήγησιν ἡδύ. λέγει δὲ ὅτι τὸ πλεονέκτημα ἀνέπεισεν αὐτὸν ἀντιστῆ- ναι Ἀχιλλεῖ, ἐλπίσαντα φεύξεσθαι ταχύ.

414. νῶτα παραίσσοντος] τὰ νῶτα παρακλίνοντος.

ὀχῆες] ἧλοι ἢ κρίκοι. συνέχεσθαι δὲ τὸν ζωστῆρα πρὸς τὸν θώρακα νοητέον. ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον, ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφα- λὸν ὅθι ζωστῆρος ὀχῆες. διπλοὶ δὲ ἦσαν οἱ θώρακες κατὰ τὸν τῆς ζώσεως τόπον.

418. ποτὶ οἷ δʼ ἔλαβε] πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα. περισπαστέον δὲ τὴν οἷ.

421. κάρ ῥά οἱ ὀφθαλμῶν] ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.

424. ἀνέπαλτο] ἐδήλωσε διὰ τῆς λέξεως τὸν ὑπὸ τῆς ἡδονῆς οἷον ἑαυτοῦ κρείττω γενόμενον.

425. ἐσεμάσσετο θυμόν] ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.

427. ἀνὰ πτολέμοιο γεφύρας] ἐν τοῖς μεταξὺ τῶν στάσεων διαστήμασιν.

431. Πηλείδη μὴ δή] σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύ- δοντος. πρὸς Αἰνείαν δὲ πλείων ἀποτέταται λόγος.

434. κατʼ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ “οὐ ταρβήσας” 25 (430).

435. ἐν γούνασι] ἱκεσίαις, λιταῖς, ἢ κόλποις, ἢ δυνάμει.

439. ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

*πάλιν] ἐπὶ τὸ ἕτερον μέρος τοῦ Ἀχιλλέως, ὅ ἐστι τὸ ἐναν- τίον.

440. ἦκα μάλα ψύξασα] τῇ κινήσει τῆς χειρὸς ἡρέμα ἐξανεμί- σασα, ὡς τὸ “ψύχεος ἱμείρων παρελέξατο” (Od. 10, 555).

443. τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων] πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ ἀπιθάνου διὰ τοῦ ῥεῖα μάλʼ.

250