Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

291. εἰ μὴ ἄῤ ὀξὺ νόησε] ἅμα τῷ διανοήματι δεῖ κινῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὰ ἔργα αὐτῶν τοιαῦτα.

εἰ γὰρ τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα.

293. ἄχος μεγαλήτορος Αἰνείαο] λείπει ἡ περί.

306. ἤδη γάρ] διὰ τὴν τῶν ὅρκων παράβασιν μισητὸν ὁ Ζεὺς ἡγήσατο τὸ τοῦ Πριάμου γένος.

307. τὸ νῦν τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη ἀντὶ τοῦ γενεά λαμβάνουσι.

* Ἀφροδίτη, χρησμοῦ ἐκπεσόντος ὅτι τῆς Πριαμιδῶν ἀρχῆς κατα- λυθείσης οἱ ἀπ᾿ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν· τεκοῦσα δ' Αἰνείαν, καὶ βουλομένη πρό- φασι κατασκευάσαι τῆς Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν τοῖς Τρωσὶ συνεμάχει, ταῖς δὲ ἀληθείαις τὴν ἧτταν αὐτῶν παρηγόρει, ἵνα μὴ παντελῶς ἀποδώσουσι τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ.

322—324. ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμέ- νοις. οὐ γὰρ ἔστη ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ “διὰ πρὸ Πηλιὰς ἤϊξεν μελίη” καὶ “ἐγχείη δ᾿ ἄῤ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη.” ἔοικε δὲ τοιοῦτον σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ δόρατι ὥρμησεν οὗτος εἰς τὴν τοῦ λίθου βολήν.

327. ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπο, ἵν᾿ ᾖ ἀπορούσας.

329. Καύκωνες] περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ καταλόγῳ; ἢ τοίνυν νεήλυδές εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται.

[*](15. *ἐκπεσόντος] ἐμπεσόντος 23. *ἔστη] ἔστιν 16. *ἤδη] Ἀφροδίτη 24. ἐνὶ] ἐν 19. *ἐνέβαλε] συνέβαλε 25. μὲν] om. 21. ἀποδώσουσι] *ἀποδῶσι 32. *Λέλεξι] λέξεσι)
247

332. ἀτέοντα] φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, “ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται” (166). Καλλίμαχος “Μουσῶν δὲ κενὸς ἀνὴρ ἀτέει,” τὸ ἀτέοντα ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης τῶν περι- σπωμένων συζυγίας ὁμοίως τῷ νοέοντι.

334. σεῦ] ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν.

φίλτερος ἀθανάτοισι] πολλάκις γὰρ καὶ ἰσχυροῦ περιγίνεται θεοφιλής.

335. συμβλήσεαι] ἀπροοράτως συμβάλῃς. πρὸς κατάπληξιν καὶ τὸ ὑπὲρ μοῖραν τέθειται. οὐ μόνον δὲ διασώζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας δίδωσι σωτηρίας.

362. στιχός] ὡς τριχὸς, ἀπ᾿ εὐθείας τῆς στίξ. λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου, ἤτοι τοῦ πέρατος τῆς φάλαγγος.

367. καί κεν ἐγὼν ἐπέεσσι] εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν.

370. κολούει] ἀτελὲς ποιεῖ, ὡς τὸ “πῆλ᾿ αὕτως ἐν χειρὶ κόλον δόρυ” (ΙΙ. 16, 117).

372. ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.

375. καὶ τότ᾿ ἄῤ Ἕκτορα εἶκε] λείπει ἡ πρός, ἵν᾿ ᾖ πρὸς Ἕκ- τορα.

376. μηκέτι] μηδαμῶς προμάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν ἐκδέχου. ταμιεύεται δὲ ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖς.

383. ἐσθλὸν Ὀτρυντείδην] ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τὰς τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καὶ ἄλλοις ἔξωθεν ἔπεσι χρήσασθαι διὰ τὸ προσκορές. ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρώτως ὑπ᾿ Ἀχιλλέως ἀνῃρημένον, ὅτι οὐ τῶν τυχόν- των ἦν.

385. *Τμώλῳ] ὄρος Λυδίας.

διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ καὶ [*](2. Μουσῶν δὲ κενὸς] Recta scrip- p. 205, 25. In codice Veneto A tura est Μουσέων κεινός: v. vol. 2, est μουσαῖον κεῖνος ἀνὴρ ἀτέει.)

248
διὰ τοῦ λ, ὡς τὸ “Ὕλῃ ἔνι οἰκία ναίων” (ΙΙ. 7, 221)· ἔστι δὲ πόλις τῆς Βοιωτίας.

386. ἰθὺς μεμαῶτα] ἀντὶ τοῦ εἰς εὐθὺ ὁρμῶντα.

387. πᾶσα] ἀντὶ τοῦ ὅλη.