Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. ἄκμηνος σίτοιο] ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ Αἰο- λεῖς τὴν ἀσιτίαν λέγουσιν. οἱ δὲ, μὴ παραβαλὼν ἐν ἀκμῇ ἀρίστου. οἱ δὲ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος ὁ ξηρός.

165. λάθρη] ἀντὶ τοῦ κατὰ μικρόν.

166. Ἴωνες δίψα, Ἀττικοὶ δίψος.

167. ὃς δέ κ᾿ ἀνὴρ οἴνοιο κορεσσάμενος] καὶ Πλάτων ἐν τοῖς νόμοις φησὶ πιόντα τὸν ἄνθρωπον ἱλεώτερον ἢ πρότερον γίνεσθαι, ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ μεστοῦται καὶ ἐλευθερίας πάσης καὶ ἀφοβίας, ὡς πρᾶξαί τι ἀόκνως ἔχει· ὅθεν Λακεδαιμόνιοι ἀκρατοποτοῦντες ὁπλίζονται.

170. πρὶν πάντας ἐρωῆσαι πολέμοιο] πρὶν παύσασθαι τῆς μάχης. οἱ δὲ παροξύνουσι τὸ ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν.

171. ἄνωχθι] πάλιν ἠθικῶς ἐπ᾿ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγ- χωρεῖν, ἀλλ᾿ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς.

172. ὅπλεσθαι] ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ “ὥπ- λεον” (Od. 6, 73) ἀντὶ τοῦ ἡτοίμαζον.

τὰ δὲ δῶρα] εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον σαφηνίσαι βουλόμενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει δι᾿ ἑαυ- τοῦ ἀποδοθῆναι αὐτά. καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηίδα διὰ προ- φάσεως αὐτὴν ἄγει.

174. σὺ δὲ φρεσὶ σῆσιν ἰανθῇς] γενναίως χρῆται τῷ διανοήματι· οὐ γὰρ ἔφη ὡς ἂν πλουσιώτερος γένῃ, ἀλλὰ τὸ τῆς τιμῆς προβάλ- λεται. ἰανθῇς ἤτοι διαχυθεὶς εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ διανοήματι ἁρμόττει καὶ τὸ ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν δωσιν· ἡδὺ γὰρ τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον.

[*](15. ἰλεώτερον Cobetus] ἵλεω τότε 16. δυνάμεως Bekk.] δυνάμεων γίνεσθαι] γενέσθαι 33. * ἁρμόττει] om.)
214

175. ὀμνυέτω δέ τοι] καὶ τὸ τὸν Ἀγαμέμνονα ἀρχόμενον τοῦ λόγου τοῦτο προσθεῖναι μειρακιῶδες ἂν ἐφάνη, καὶ τὸ τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν πάνυ ἀναίσχυντον καὶ τῷ καιρῷ οὐχ ἁρμόττον, κει- μένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολογεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παῤ ἀμφοτέρων σιωπηθὲν ἐξελέγχει, ὅλως πεῖσαι ὁ τὸν Ἀχιλλέα σπουδάζων ἀποθέσθαι τὴν πρὸς Ἀγαμέμνονα μῆνιν· μέμνηται γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγε “τῇ παριαύων τερ- πέσθω” (ΙΙ. 9, 336). ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοίμως εἶχεν ὀμόσαι δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων “καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι μήποτε τῆς εὐνῆς ἐπιβήμεναι” (ib. 132). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ στρατοῦ φησὶν “ὀμνυέτω δέ τοι ὅρκον.” ὅθεν καὶ ὁ βασιλεύς φησι “χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας” (185).

179. δαιτί] πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. σεμνοποιεῖ δὲ τὴν τροφὴν, βασιλικὴν ἑστίασιν αὐτὴν καλῶν.

180. δίκης] τοῦ δικαίου, ἵνα μηδὲν δέῃ σοι τοῦ δικαίου. τὰ δῶρα διὰ τὴν ἄμυναν, ὅρκον διὰ τὴν ἐρωμένην, ἑστίασιν διὰ τὴν ὕβριν.

181. σὺ δ᾿ ἔπειτα] ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα ἐπέταξε τὸ ὀμόσαι περὶ τοῦ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι καὶ αὐτῷ συμφέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ ἀναιρέσει τοῦ ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ εἰς τὸ ἑξῆς τῆς πλημμελείας. νῦν οὖν, φησὶ, τὰ δίκαια ποιήσας καὶ περὶ ἄλλον ἔσῃ δικαιότερος.

183. *ἄνδῤ ἀπαρέσσασθαι] ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος περὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νεμεσητὸν, εἰ βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσσασθαι τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης ἀπαλλάξασθαι καὶ ἐξιλάσασθαι.

χαλεπήνῃ] χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. θαρρούντως δὲ ταῦτά φησιν Ὀδυσσεὺς, ὅτι πολλάκις ἀκήκοεν Ἀγαμέμνονος (ΙΙ. 2, 378) “ἐγὼ δ᾿ ἦρχον χαλεπαίνων.”

189. τέως] ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ πέρ. καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφὲς, καὶ ἵνα διὰ τῆς σιωπῆς τοῦ χρόνου τὸ μέρος σώζηται. ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ τοῦ πέρ.

190. μίμνετε δ᾿ ἄλλοι πάντες] φιλοδοξῆσαι γὰρ θέλει, ὑπὲρ πάν- των τὰ δῶρα ἐπὶ πάντων διδούς.

215

197. περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει, ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλλησι τοῦ περὶ Ἀδώνιδος μύθου, ἢ ὅτι περὶ τοῦ μὴ συγγεγο- νέναι ὄμνυσι, τὸ ἐναντίον θύων. πρὸς δὲ τὰ ὁρκία τρισίν ἐχρῶντο Ἀττικοὶ, κάπρῳ, κριῷ, ταύρῳ.

ταμέειν] λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον.

201. μεταπαυσωλή] ἡ μετὰ ταῦτα ἀνάπαυσις.

202. μένος] ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ τοῦ ὑπάρχῃ.

203. οἱ μέν] ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολεμεῖν, ἀλλὰ καὶ τοὺς λοιποὺς, κοινοποιεῖ τὸν λόγον.

205. ὑμεῖς] πρὸς Ὀδυσσέα καὶ Ἀγαμέμνονα.