Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

119. Εἰλειθυίας] ὠδῖνας κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ σίδηρος καὶ τὸ πῦρ Ἥφαιστος.

*Ζεὺς μιγεὶς τῇ Ἠλεκτρύονος Ἀλκμήνῃ (ὃν τρόπον, εἴρηται ἐν τῇ Ξ) ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὑτοῦ βασιλεύσειν. Ἤρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα, κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν· ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώ- μενα ζωῆς μοῖραν εἴληχε. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡροκλεῖ τοὺς ἄθλους ἐπέτασσεν, οὓς τελειώσας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποσχέσεις ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ.

120. ἀγγελέουσα] μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.

123. βέλτιον στίζειν εἰς τὸ Περσηῖάδαο, καὶ καθ᾿ ἑαυτὸ τὸ σὸν γένος ἐᾶν, ἵνα λείπῃ τὸ ἐστίν.

126. * λιπαροπλοκάμοιο] εὐτρίχου.

οἱ μὲν, ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην· φησὶ γὰρ (93) “ἀνδρῶν καὶ θεῶν κράατα βαίνει.” ἀλλ᾿ οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπε. τί οὖν ἐστὶ τὸ “πλοχμοί θ᾿ οἱ χρυσῷ τε καὶ ἀργύρῳ” (ΙΙ. 17, 52): οἱ δὲ τὸ κεφαλῆς λιπα- ροπλοκάμου ἐπὶ τῆς Ἄτης ἤκουσαν· ἀλλ᾿ οὐδέποτε κεφαλῆς ῥιπτοῦνται παῤ Ὁμήρῳ, ἀλλ᾿ ἢ ποδὸς, ὡς Ἥφαιστος (ΙΙ. 1, 591), ἢ χειρὸς, ὡς Ἀστυάναξ (ΙΙ. 24, 735) “ῥίψει χειρὸς ἔχων ἀπὸ πύργου.” ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρρενες ἦσαν· ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος δ᾿ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ.

131. ἔργ᾿ ἀνθρώπων] τὴν γῆν· ταύτην γὰρ ἐργάζονται οἱ ἄνθρω- ποι. εἰς Ἴλιον δὲ ἡνέχθαι φασὶν, ἀφ᾿ οὗ καὶ Ἄτης λόφος.

[*](9. *βασιλεύσειν] βασιλεύειν Heynius pro ἀριανῷ)] om. 10. * Ἀντιβίαν] ἀντίβειαν 32. καὶ Ἄτης Bekkerus] καί τις. 15. *ἡ ἱστορία παρὰ Ῥνιανῷ (sic V. Heyn. ad Apollod. 3, 12, 3.)
212

132. τήν] δι᾿ ἥν. ἐπαινετέον δὲ τὸ ἀψευδὲς Διός· οὐ γὰρ εἶπεν ὡς Εὐριπίδης (Hippol. 611) “ἡ γλῶσσ᾿ ὀμώμοκεν.”

139. ἄλλους] ἢ σύμπαντας (ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν) ἢ τοὺς Μυρμιδόνας πάντας.

140. παρασχεῖν] ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός εἰμι. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δῶρα δίδωσιν.

141. χθιζός] τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμ- φωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέρας.

142. Ἄρηος] ἀπὸ τοῦ πολέμου εἰς τὸν πόλεμον.

143. οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων. τὸ δὲ οἴσουσι συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, ἀλλὰ ἄγονται.

147. ὑποστικτέον εἰς τὸ ἐθέλῃσθα, τοῦ παρασχέμεν ἀντὶ τοῦ παράσχε κειμένου καὶ τοῦ ἐχέμεν ἀντὶ τοῦ ἔχε. ἡ δὲ ἔπειτα συλ- λαβὴ παροξυνομένη (148) σημαίνει τὸ πάρεστιν.

148. ὑποστικτέον εἰς τὸ ἐχέμεν· καλῶς δὲ καὶ δέχεσθαί φησι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ. καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἀλλ᾿ ἐπὶ ἐκδικήσει τοῦ φίλου.

149. κλοτοπεύειν] τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ κλέπ- τειν τὴν μάχην.

*ἢ ὡς ἔνιοι, στρατεύεσθαι· τουτέστιν οὐ χρὴ ἐνταῦθα ὄντας στρα- τεύεσθαι, ἀλλ᾿ ἐν τῷ πολέμῳ.

150. μέγα ἔργον] τὸ ἀναιρεθῆναι Ἕκτορα καὶ δίκην ὑπὲρ Πατρό- κλου λαβεῖν.

151. ὡς κέ τις αὖτ᾿ Ἀχιλῆα] ὅπως ἂν ἐμέ. ἠθικῶς δὲ ἑαυτὸν ὀνομάζει· ἐμὲ, φησὶν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανή- σεσθαι.

152. ὑποστικτέον εἰς τὸ φάλαγγας. ὁ δὲ λόγος οὕτως· οὕτως δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν ἐμὲ Ἀχιλλέα ἴδοι Τρώων ὀλέκοντα φάλαγγας, μεμνημένος τοῦ μιμεῖσθαί με.

154. Ὀδυσσεύς] Νέστωρ σιωπᾷ· ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου.

156. νήστιας] οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ τοὺς συμπαρόντας ἀσίτους λέγει. ἐπαίρει δὲ Ἀχιλλέα, προτάσσων τὸν ἔπαινον. καὶ ὁ μὲν ὡς [*](14. ἡ δὲ Bekk.] εἰ δὲ 18. πολεμοίη Bekk.] πολεμεῖν 28. λ. οὕτως Bekkerus] λ. οὗτος)

213
ὀργιζόμενος οὐ συνορᾶ, ὁ δὲ σκοπεῖ τὸ εὖ ἔχον. ἐπαγωγῶς δὲ συμ- βουλεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ καταργεῖν χρόνον, ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρατάσει τῆς μάχης. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ.

160. ἀλλὰ πάσασθαι ἄνωχθι] τοῦτο εὐπρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ ἐπιμεληθῆναι ἐπιτρέψαι τοὺς στρατιώτας.