Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

297. Ἀχιλλῆος θείοιο] πρὸς σύστασιν Ἀχιλλέως καὶ αὐτὴ λέγει, Πατρόκλου θεῖον αὐτὸν ἀκούουσα λέγοντος· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ θεῖον καλεῖ. ἐπίτασιν δὲ ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατριβῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς εἰς Φθίαν ἄξειν κἀκεῖ τὸν γάμον ἐπιτελέσαι. ὡς πρᾶος δὲ πολλὴν ὑπέφαινεν αὐτῇ ἐλπίδα. εἰς δὲ τὸ κουριδίην λείπει τὸ ὡς.

300. μείλιχον ἀεί] ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν, ἀλλό- τριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ ποιη- τὴς τετήρηκε, καὶ πάθος ἐπαγόμενος διὰ τοῦ προσώπου τῆς Βρισηΐ- δος, καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς τὴν γυ- ναῖκα. διδάσκει δὲ ἀντιποιεῖσθαι πραότητος, εἴγε καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν.

310. Ἀτρείδα μενέτην] εἰκότως Ἀγαμέμνων ὡς ἂν βασιλεὺς. καὶ Ὀδυσσεύς· διαλλακτὴς γὰρ γέγονεν. ἀλλὰ καὶ Νέστωρ διὰ τὴν ἡλικίαν, καὶ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ μόνον διὰ τὴν ἡλι- κίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν. βαρύμηνις γάρ. καὶ πῶς τὸν ἐπιτάφιον ἀγωνίζεται; ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου.

312. τέρποντες] πειρώμενοι τέρπειν, ἢ ἀποτρέποντες τῆς λύπης. οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος φιλοσοφίας ὁ ποιητής.

[*](2. *ἡ γὰρ ὄψις οὐ πάρα] om. 10. εἰδικῇ] ἰδικῇ 22. καταστῆναι] καταστῆσαι Bekkerus.)
222

313. πολέμου στόμα] τὸ τομώτατον καὶ ἀναλωτικώτατον μέρος τοῦ πολέμου.

314. ἀνενείκατο] κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν.

316. παρὰ δεῖπνον ἔθηκας] ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνήσκεται τραπέζης ἣν ὁ φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ νεκρῷ. καὶ λαρὸν δεῖπνόν φησι τὸ ὑπὸ τῶν τοῦ φίλου χειρῶν παρατιθέ- μενον, τουτέστιν ἡδύ.

317. ὀτραλέως] διεγερτικῶς. ἤτοι καὶ τοὺς ἄλλους ὑπηρέτας εἰς τοῦτο παροτρύνων. σημειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρα- τάξεις ἦσαν.

322. τοῦ πατρός] ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρίστησι. τοῦτο δὲ ὅτι ὁ μὲν εὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ ὠφείλετο τὸ ζῆν· καὶ ὅτι τὸ πρόσφατον πάθος τοῦ μέλλοντος ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λέγειν.

323. τέρεν θαλερὸν, νέον· ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθ᾿ ἑκά- στην νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θαλλόντων φυτῶν· ταῦτα γὰρ μαλακὰ ἔχει φύλλα.

325. ῥιγεδανῆς] στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυπηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν.

326. φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μά- χης προσορμισθῆναι ἐκεῖ· “Πηλείδην δ᾿ Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα. ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα Ἀχίλλειον καὶ Κρήσιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν. ἔστι δὲ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ᾿ αὐτοῦ.

ἡ δὲ ἑτέρα ἱστορία διαψεύδεται. ὅρα δε πῶς ἀπὸ γενικῆς εἰς αἰτιατικὴν ἡ μετάβασις γέγονεν. ὀδύρεται δὲ τὴν ἰδίαν ἀτυχίαν ὡς ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν. * ἡ δὲ ἑτέρα ἱστορία ἔχει οὕτως. Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος Ἀγαμέμνων καὶ Μενέλαος τοὺς Ἕλληνας κατὰ τῶν Τρώων ἐστρατολόγησαν. Πηλεὺς δὲ προγινώ- σκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος εἰς Σκῦρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα. ὁ δὲ γυναικείαν ἐσθῆτα ἀμφιάσας αὐτὸν ὡς κόρην ἀνέτρεφε μετὰ [*](8. τουτέστιν ἡδύ] Hoc a m. sec. 29. *ἡ δὲ —] Haec usque ad finem a m. sec.)

223
τῶν θυγατέρων. χρησμοῦ δὲ δοθέντος μὴ ἁλώσεσθαι τὴν Ἴλιον χωρὶς Ἀχιλλέως, ἐπέμφθησαν ὑφ᾿ Ἕλλήνων πρὸς Πηλέα Ὀδυσ- σεὺς Φοῖνιξ καὶ Νέστωρ. τοῦ δὲ Πηλέως ἀρνουμένου παῤ αὑτῷ παῖδα μὴ τυγχάνειν, πορευθέντες εἰς Σκῦρον καὶ ὑπονοήσαντες μετὰ τῶν παρθένων τὸν Ἀχιλλέα τρέφεσθαι, ταῖς Ὀδυσσέως ὑποθήκαις ὅπλα καὶ ταλάρους ἔρριψαν σὺν ἰστουργικοῖς ἐργαλείοις ἔμπροσθεν τοῦ παρθενῶνος. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν καὶ τὰ λοιπὰ, ὁ δ᾿ Ἀχιλλεὺς ἀνελόμενος τὰ ὅπλα κατάφωρος γέγονε καὶ συνεστρατεύσατο. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους, ἥτις ἐξ αὐτοῦ ἐγέννησε Πύρρον τὸν ὕστερον Νεοπτόλεμον κληθέντα, ὅστις τοῖς Ἕλλησι νέος ὢν συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

333. ἀρσενικῶς τὸ δμῶας· συνυπακούεται δὲ αὐτῷ καὶ τὸ θηλυκόν.

342. ἀποίχεαι] κεχώρισαι. ἑῆος δὲ τοῦ ἀγαθοῦ, ἀπὸ τοῦ ἠῶ. ὅθεν καὶ τὸ “ἠοίη προλιποῦσα δόμους” (Hesiod. Scut. 1).

*ἀμβροσίην ἐρατεινήν] εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· “δαιτὸς ἐπηράτου ἔργα μέμηλεν” (II. 9, 228). ἄσιτον μὲν οὖν αὐτὸν ποιεῖ διὰ τὸ πάθος τοῦ φίλου· διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν.

350. ἅρπῃ] τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ, ὃ φιλεῖ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς γάμφεσι, καὶ τοῖς νεοσσοῖς ἐπιχορηγεῖν· ᾧ νῦν εἴκασε τὴν Ἀθηνᾶν οἰκείως. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος ὅπου θέλει καταρ- ράσσει.

358. αἰθρηγενέος] τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους· ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει.

362. γέλασσε δὲ πᾶσα περὶ χθών] περιήστραψεν· ἀπὸ γὰρ τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν ἀέρος. τινὲς δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς.

374. ἠΰτε μήνης] καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν ὑλῶν μελανότητα· παρέπονται γὰρ καὶ τῇ σελήνῃ τινὲς μελανότητες.

[*](5. Ὀδυσσέως Vill.] ἀχιλλέως κοῖς] om. 12. *ἡ ἱστοριά παρὰ τοῖς κυκλι- 32. ὑλῶν Bekk.] ἄλλων)
224

377. τοὺς δ᾿ οὐκ ἐθέλοντας] οὐκ ἐῶνται, φησὶν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ἀλλ᾿ ἄκοντες πελαγίζονται.

381. ἀστὴρ ὥς] πιθανὴ ἡ ὁμοίωσις· τὴν μὲν γὰρ ἀσπίδα σελήνῃ, τὸ δὲ κράνος ἀστέρι, τὸν δὲ Ἀχιλλέα ἡλίῳ παραβάλλει.