Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

257. εὐξάμενος] εὐχόμενος· εὔχετο γὰρ, οὐκ ἤδη εὔξατο.

258. ἴστω] μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. φοβεραὶ δὲ αἱ ἀραὶ, ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου, τεθνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων. δείκνυσι δὲ ὅτι δεινὸν στρατηγοῖς ἀκολα- σίας ψόγος.

262. οὔτ᾿ εὐνῆς] οὔτε κοίτης χάριν, τουτέστι τοῦ στρῶσαι ὑπερ- βολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει.

263. ἀπροτίμαστος] ἀνέπαφος· μάσασθαι γὰρ τὸ ἐφάψασθαι· [*](5. τῇ Bekk.] om. 20. παραξιφίδα Cobetus] περιξι- 12. * Ἀντιμάχειος] ἀττικὴ φίδα 14. ἀντιμαχητύς Bekk.] ἀντιμαχι 32. μάσασθαι] μάσσασθαι στύς)

219
καὶ Εὐφορίων φησὶν “ἀπροτίμαστος Ὁμηρος,” οὗ δυσχερὲς λα- βέσθαι τῆς δυνάμεως.

265. ὅτις σφ᾿ ἀλίτηται ὀμόσσας] ὃς ὀμόσας εἰς αὐτοὺς ἁμαρ- τήσει.

267. πολιῆς ἁλός] πλοΐμης, ἢ λευκῆς, ἢ τιμίας, ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ ἔσχατος ἐσχάτη ἐσχατιά καὶ σκοπή σκοπιά, οὕτως καὶ παρὰ τὸ πολλός πολλή πολιή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον, καὶ πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστίν· ἐκεῖνο μὲν γὰρ εἴρηται, ἐπεὶ πολλῷ χρόνῳ ἥκει, τοῦτο δὲ ἐπὶ μόνης εἴρηται τῆς λευκότητος.

λαῖτμα] λάταμα λέγεται τὸ μέγα ἔκταμα᾿ μήποτε οὖν ἐξ αὐτοῦ ἐστὶ κατὰ συγκοπὴν, καὶ δηλοῖ τὸ μέγα κῦμα.

268. *βόσιν ἰχθύσιν] σημειωτέον ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα οὐκ ἤσθιον, ἀλλ᾿ ἔρριπτον ἢ ἔκαιον.

ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις· παρὰ τὸν αἰγι- αλὸν δὲ ἄρα ἡ ἐκκλησία.

270. Ζεῦ πάτερ] διὰ τὸ τοῦ ὅρκου μέγεθος πιστεύσας τῇ σωφρο- σύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰτίαν τῆς μήνιδος.

δίδοισθα] οἱ μὲν βαρύνουσιν ὡς Αἰολικὸν, ἀπὸ τοῦ δίδοιμι, δίδοις δίδοισθα, ὡς τίθησθα· οἱ δὲ περισπῶσιν, ἐπέκτασιν εἶναι οἰόμενοι ἀπὸ τοῦ διδοῖς.

273. τὸ ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι δύναται μηχανήσασθαι· ἀμήχανον γὰρ τὸ ἀδύνατον καλεῖται.

276. λῦσεν δ᾿ ἀγορὴν] καὶ γὰρ αὐτὸς ἤγειρεν αὐτήν. αἰψηρήν δὲ ἐπίρρημα ἀντὶ τοῦ ταχέως, ὡς τὸ “θοὴν ἀλεγύνετε δαῖτα” (Od. 8, 38) ἀντὶ τοῦ θοῶς. λαιψηρὸν δὲ τὸ ἐν καιρῷ γινόμενον σύντομον.

281. ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ· οὐ φορβάδων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων ἔβαλλον.

282. Βρισηΐς] ἐνθάδε μόνον αὐτὴν καὶ ἐν τῇ A Ἀγαμέμνων ἐξ ὀνόματος παρέλαβεν. ἔστι δὲ φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησομέ- νων καὶ τοῦ “ἡ δ᾿ ἀέκουσ᾿ ἅμα τοῖσι γυνὴ κίε” (ΙΙ. 1, 348). καὶ οἱ μὲν δημογέροντες περὶ Ἑλένης φασὶν “αἰνῶς ἀθανάτῃσι [*](6. ἐσχάτη] ἐσχατιή σκοπή] σκοπιή 11. *λάταμα] λάτωμα)

220
θεαῖς” (ΙΙ. 3, 158)· ὁ δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν ταύ- την εἰκάζει. ἐπεὶ γὰρ ἐπ᾿ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγενεῖς γυναῖκες, αἰ μάλιστα κινεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πεποίηκε θρηνοῦντα, ἐξάρχοντος ἐνδόξου προσ- ώπου. ὁ δὲ τόπος μέσου χαρακτῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ γραφικὸς, τῷ δὲ μιμητικῷ συμπ- παθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον πρόσωπον τὸ θεαῖς ἐοικὸς, περὶ οὗ ὁ Ἀχιλλεὺς τοσούτοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον βασιλίδος, ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων, τά τε κάλλιστα τοῦ σώματος αἰκιζόμενον μέλη;

χρυσῇ] ἀπὸ τῆς παῤ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησι.

283. χαλκῷ] παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σίδηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους. δε- δαϊγμένον δὲ τὸν λελωβημένον.

284. χυμένη] πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. ἡ συν- τομία τῆς φράσεως τὸ περιπαθὲς αὐτῆς καὶ σπουδαῖον ἐμφαίνει. λίγ᾿ ἐκώκυε] εἰς ἡδονὴν προκαλουμένη τοὺς ἀκούοντας, ὡς καὶ Θδέτις· “μέγα γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15, 400).

285. ἁπαλὴν δειρήν] ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον ἀμύσσεσθαι τὰ καλὰ μέλη.

288. ζωὸν μέν σε ἔλειπον] ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ γὰρ τὰ ἐπ᾿ αὐτῷ ἀπολοφύρεται μόνον, ἀλλὰ καὶ τὰ αὐτῇ ἐπακολου- θήσαντα· ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὄν. παρατατικῇ δὲ φωνῇ ἐχρήσατο ὡς μόγις ἄκουσα πεπορευμένη καὶ πάλιν βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεά- σασθαι τὸ πτῶμα Πατρόκλου. διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ· τῆς γὰρ παῤ Ἀγαμέμνονι διατριβῆς, φησὶ, τοῦτό μοι χεῖρον.

291. ἔδοσάν με] με ἠγγύησαν καὶ ἐμνήστευσαν· παρθένος γὰρ ἦν, διὸ καὶ κούρη λέγεται. τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ τῆς μητρὸς ὡς τὸ πρῶτον αἴτιον αὐτοῦ ἔχοντος. σωφροσύνης δέ ἐστι δεῖγμα ὁ παρὰ γονέων νυμφίος. φιλάνδρου δὲ γυναικὸς τὸ προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν· τοιαύτη δὲ καὶ Ἀνδρο- μάχη. οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων κακῶν.

221

292. εἶδον] ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ Σοφοκλῆς (0ed. R. 1278) “ἡ γὰρ ὄψις οὐ πάρα.” ὄψις γὰρ ὅτων κριτικω- τέρα πᾶσιν.

294. κηδείους] προσφιλεῖς, πεφροντισμένους μοι· ἢ ἀνίαν μοι παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα πάντας ἀποθανεῖν· εἰ γὰρ καθεὶς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων ἐκουφίζετο τὸ πένθος. τὸ δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούντων τῆς πατρίδος δηλοῖ· οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς θάνατος, ἀλλ᾿ αὐτοὶ ηὐτομόλησαν.

295. ἄνδῤ ἐμόν] ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον ἐπιμνη- σθῆναι τοῦ ἀνδρός. ποικίλως δὲ αὐτοῦ ἐμνήσθη κοινῇ τε καὶ εἰδικῇ προσηγορίᾳ, καὶ μετὰ ταῦτα θεῖον αὐτὸν ἐκάλεσεν.