Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

207. νήστιας ἀκμήνους] νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν καὶ δεόμενος τοῦ φαγεῖν.

208. ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης τῶν πολεμίων γενησομένης.

τισαίμεθα] ἐκπράξαιμεν, ἀπαιτήσαιμεν.

209. ὅπως ἂν ἔμοιγε] εἰ καὶ ὑμῖν, ἀλλ᾿ οὐκ ἐμοί.

212. * κεῖται ἀνὰ πρόθυρον] κεῖται ἐπὶ τὴν θύραν ὁρῶν, ὅ ἐστι τετραμμένους ἐν αὐτῇ ἔχων τοὺς πόδας. οὕτω γὰρ τίθενται οἱ νεκροὶ διὰ τὸ ἐξερχομένους τοῦ ἀνθρωπίνου βίου μηκέτι ἀναστρέφειν εἰς τοὺς οἴκους.

πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐ- τοὺς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν, εἶτα ἐκτέριζον.

216. ὦ Ἀχιλεῦ] ἤρξατο μὲν ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, ᾧ εἶξέ γε ὁ νεώ- τερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γεγηρακώς.

218. θαυμασία καὶ διαβόητος ἡ στιγμὴ ἡ εἰς τὸ προβαλοί- μην, καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς γὰρ δοκεῖ αὐτῷ τὸ πολλόν τοῖς ἡγουμένοις συνάπτειν. ἐμοὶ μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλλεῖ. ὡς γὰρ τῷ “κρείσσων εἶς ἐμέθεν καὶ φέρτερος” πρόσ- κειται τὸ “οὐκ ὀλίγον περ,” οὕτως κἀνθάδε τὸ πολλόν. βέλτιον οὖν [*](27. φάσκων Vill.] φάσκειν γε ὁ νεώτερος Bekkerus] γενναιότερος)

216
τοῖς ἄλλοις συνάπτειν αὐτὸ, ἵν᾿ ᾖ ὅμοιον τῷ “ἀλλ᾿ ὁ μὲν ἂρ μύθοι- σιν, ὁ δ᾿ ἔγχεϊ πολλὸν ἐνίκα” (ΙΙ. 18, 252)· ἀπὸ κοινοῦ γὰρ τὸ πολλόν. ἀλλά τινες πολλὸν ἐπεὶ πρότερος, ἀντὶ τοῦ ἐπειδὴ πολὺ πρότερος ἐγενόμην, ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλ᾿ ἀεὶ ἄρχει τὸ ἐπεί παῤ Ὁμήρῳ, τὸ δὲ πολλόν ὑποτάσσεται· “ἐπεὶ πολλὸν ἐκείνων ἐπιδεύεαι ἀνδρῶν” (ΙΙ. 5, 636).

220. μύθοισιν] τοῖς ἀπὸ τῶν λόγων προστασσομένοις ἔργοις.

222. ὁ τρόπος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε “ταμίης καρποῖο τέτυκται,” τελεία ἦν ἀλληγορία. ἄμητος δὲ ὁ καιρὸς τοῦ ἀμᾶν προπαροξυτόνως, ὡς καὶ παῤ Ἡσιόδῳ “ἄρχεσθ᾿ ἀμήτοιο” (0. 382)· ὀξύνεται δὲ αὐτὸς ὁ καρπός· ὁ δὲ νοῦς ὅλος οὕτως· ὅταν κλῖμα καὶ τροπὴ τῆς μάχης γένηται, ἐν ὀλίγῳ διώξαντες χρόνῳ πολλὰ κατα- βαλοῦμεν τῶν πολεμίων σώματα.

*Πορφυρίου. ζητοῦσι τίνα νοῦν ἔχει τὰ ἔπη ταῦτα ᾐνιγμένα ὑπὸ τοῦ Ὀδυσσέως “αἶψά τε φυλόπιδος—τέτυκται” ἐπεὶ ἡ ἄμητος λέξις σημαίνει καὶ τὸν χρόνον ἐν ᾧ ἀμῶσι, τουτέστι τὸν θερισμὸν, σημαίνει δὲ καὶ τὸν ἀμώμενον καρπὸν, καθ᾿ ἑκάτερα τῶν δύο σημαινο- μένων ἐκδεξάμενοι πειραθῶμεν τῶν δύο σαφῆ ποιῆσαι τὴν διάνοιαν. ἔσται τοίνυν ἐκ τοῦ σημαινομένου δῆλον ὡς καλάμη μὲν λέγεται τὸ τῶν ἀποθνησκόντων πλῆθος, ἀμητὸς δὲ καὶ καρπὸς οἱ σωζόμενοι. φησὶν οὖν ταχέως κόρον γίνεσθαι ἐκείνης τῆς μάχης, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων, ὀλίγοι δὲ οἱ σωζόμενοι· ἐξ οὗ δηλοῦται ὅτι τῆς σφοδροτάτης μάχης ἐν ταύτῃ ταχὺς ὁ κόρος, καὶ μάλιστα ὅταν τύχῃ τις διὰ λιμὸν ἠσθενηκώς· ἐν ᾧ δ᾿ ἂν οὖν πολέμῳ κλίναντος τοῦ Διὸς τὴν νίκην καὶ ἑτερορρεποῦς τῆς μάχης γεγονυίας πολὺς μὲν ᾖ ὁ ἀναιρούμενος, ὀλί- γος δὲ ὁ περισωζόμενος, κόρος ἐνταῦθα ταχέως γίνεται, τῶν μὲν καλάμην πολλὴν ἐκλεγόντων, ἀμητὸν δὲ καὶ καρπὸν ὀλίγον ἐώντων. τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουσόμεθα, ὧν πολὺς μὲν ὁ ἀποθνήσκων, ὃς τέτακται ἐπὶ τῆς καλάμης, ὀλίγος δὲ ὁ διασωζόμενος, ὃς τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον ἴσχει ταχὺν τοὺς ταῦτα δρῶντας καὶ νικῶντας, οἱ τοῖς ἀμηταῖς εἶεν ἂν ἀνάλογοι. οὕτως ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἀμητὸς ὀλίγιστος ἀκου- στέον· οὐκέτι γὰρ ἑτερορρεπὴς ἔσται ἡ μάχη. οὐδ᾿ οἱ μὲν νικῶντες, οἱ δὲ ἡττώμενοι, ἀλλ᾿ ἐπ᾿ ἴσης ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη, ὀλίγος δὲ ὁ καρπὸς, καὶ οἱ ἀμῶντες ζητηθήσονται. κἂν ἄμητον δὲ ἐπὶ τοῦ [*](14. * Πορφυρίου] om.)

217
θερισμοῦ ἀκούσωμεν καὶ τοῦ χρόνου καθ᾿ ὃν ἀμῶσιν, ἔσται μὲν ἄμη- τος ἡ πρώτη τῶν στρατοπέδων συμβολὴ πρὸ τῆς τῶν ἑτέρων τροπῆς, πλείστη δὲ ἡ καλάμη τὸ πλῆθος τὸ μετὰ τὴν τροπὴν τῶν πιπτόντων. λογιζόμενος οὖν ὁ Ὀδυσσεὺς ὡς οὐκ ἂν ὑποσταῖεν οἱ Τρῶες τὴν Ἀχιλλέως συμβολὴν, τραπήσονται δὲ εὐθὺς, πολὺν τὸν κάματον ἔσεσθαί φησι τοῖς διώκουσιν ἅμα καὶ παίουσι καὶ φονεύουσι, καὶ κόρον αὐτίκα λήψεσθαι νήστις ὄντας. ἐνδείξασθαι δὲ ταῦτα μᾶλλον καὶ αἰνίξασθαι βούλεται ἢ φανερῶς λέγων δόξαν κολακείας ἀπενέγ- κασθαι. λέγει οὖν, ἐν ὀλίγῳ χρόνῳ τροπῆς γενομένης τῶν πολεμίων, πολλῶν ἀναιρουμένων ἐκ πρώτης καὶ βραχείας τῆς συμβολῆς, αἶψα κόρος ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάματον διὰ τῆς τροφῆς προανακτησάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν ὁ ποιητὴς ἐκ τῆς παραβολῆς ἐκείνης “οἱ δ᾿ ὥστ᾿ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾿ ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει” (ΙΙ. 11, 67). εἶτ᾿ ἀνταποδίδωσιν “ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾿ ἀλλήλοισι θορόντες δηΐουν, οἱ δ᾿ ἕτεροι μνώοντ᾿ ὀλοοῖο φόβοιο” (ib. 70). ἀλλ᾿ οὗτοι μὲν τὸν ἄμητον παρέτειναν ἰσό- παλοι ὄντες· ἐφ᾿ ἧς δ᾿ ἂν μάχης τροπὴ γένηται ἐκ μικρᾶς συμβολῆς καὶ ὀλίγου ἀμήτου, ταχὺς ὁ κόρος τοῖς ἀναιροῦσι καὶ τὴν καλάμην πολλὴν ποιοῦσιν, εἰ μὴ τύχωσι τὴν ἰσχὺν διὰ τῆς τροφῆς αὐταρκῆ παρασκευάσαντες. μήποτε δὲ ὁ ἄμητος οὐ τὴν ἐπικαρπίαν, ἀλλὰ τὸν χρόνον τῆς ἐνεργείας δηλοῖ· αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς πρὸς τὸν Ἀχιλλέα ταῦτα προεῖπεν· “οὐ γὰρ ἀνὴρ—ἐρωῆσαι πολέμοιο” (162—170)· ὀλίγος οὖν ἄμητος καὶ ὁ χρόνος ὁ τοῦ ἀμᾶν γίνεται καὶ τοῦ πλείστην καλάμην ἔχειν καὶ πολλοὺς ἀναιρεῖν, τροπὴν τοῦ Διὸς ἐμβαλόντος τοῖς πολεμίοις, ἐὰν μὴ τύχωσιν οἱ ἀναιροῦντες τροφῆς μετειληφότες, ἵν᾿ ᾖ ὁ λόγος, ἐν ἡ δ᾿ ἂν μάχῃ ἐν ὀλίγῳ χρόνῳ πολὺς ᾖ ὁ ἀναιρούμενος τροπῆς γενομένης, εὐθέως ἐν ταύτῃ ὁ κόρος. διὸ δεῖ ἰσχύειν τοὺ βουλομένους ἐπὶ πλέον τυχεῖν τῆς νίκης.

καλάμην τοὺς νεκρούς.

226. ἐπήτριμοι] ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων ἡ μεταφορὰ, ἃ ἤτρια καλοῦνται καὶ ἕτερα ἐφ᾿ ἑτέροις ἐστίν.

[*](12. προανακτησάμενοι] προσανακ- ἐὰν μή. 27. μετειληφότες Bekkerus] με- τησάμενοι 20. εἰ μὴ] Recte paullo post τειληχότες)
218

227. πόνοιο] τοῦ ἐν πολέμῳ ἔργου.

228. καταθάπτειν] ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχὴ ὅτε φησὶ “θάπτε μ᾿ ὅττι τάχιστα” (ΙΙ. 23, 71), ἀντὶ τοῦ καῖέ με. οὐ πάντα δὲ λέγει νεκρὸν, ἀλλὰ τοὺς ἐν πολέμῳ.

229. ἐπ᾿ ἤματι] ἐπ᾿ αὐτῇ τῇ τῆς ταφῆς ἡμέρᾳ. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν ἐπὶ Πατρόκλῳ φησί. βραχὺ δὲ διασταλτέον εἰς τὸ ἔχοντας.

230. πολέμοιο] λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται.

231. ὄφῤ ἔτι μᾶλλον] τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησι.

233. μηδέ τις] μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε- χέσθω, ἀλλ᾿ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος· χαίρει δὲ καὶ Ἐρατοσθένης ταῖς τοιαύταις ἐκφοραῖς, ὡς τὸ “πολλὴ ἀντιμαχητύς.”

235. κακὸν ἐκείνῳ τῷ περιμένοντι.

238. ὀπάσσατο] διὰ φωνῆς ἐπεσπάσατο τὴν ὄπα. ἢ ὀπαδοὺς ἔλαβεν. ἢ δι᾿ ὀφθαλμῶν προσελάβετο, παρὰ τοὺς ὦπας.

245. ἀμύμονα] κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.

252. χείρεσσι] τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κουλεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς. μάχαιραν δὲ τὴν παραξιφίδα, ἣν νῦν ζωνομά- χαιραν καλοῦσιν.

254. ἀπὸ τρίχας ἀρξάμενος] ἀπήρχοντο τῶν τριχῶν τοῖς θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες καθ᾿ ὅλου τοῦ σώματος, ἢ ὅτι ἐπὶ ἐσθῆτος τετριχωμένοις οὐκ ἐχρῶντο δέρμασιν.