Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

495. Φρὺξ ὁ αὐλός. ἄρα τῆς τότε εἰρηνευσούσης Ἰλίου παρά- δειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες, αὐλοῦσιν, παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. οὐχ ὡς ἀποτελουμένου δὲ ἤχου τινὸς ἐν τῇ ἀσπίδι τοῦτο ἀναγράφει, ἀλλʼ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. τὸ δὲ θαύμαζον ἀντὶ τοῦ ἐθεώρουν.

497. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι] ἀγορὴ ὁ τόπος ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας μέτεισιν ἐπὶ τοὺς τὰ τοιαῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις καταστοχαστικὴ, τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινὴν, τοῦ δὲ ἀρνουμένου εἰληφέναι τὴν ποινὴν, ἣν παρέχοντες ἔφευ- γον τὸ ἔγκλημα τοῦ φόνου.

498. ποινῆς] προστίμου, ὃ καὶ ὑποφόνιον ἐκάλουν.

499. ἀποφθιμένου] ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, ὁ δὲ ἠρνεῖτο.

501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων, καὶ ἐπὶ τούτῳ ἔθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι πέρας λαβεῖν τὴν δίκην.

502. ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν ὡς βοηθοί.

503. γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας· τὸν δὲ τόπον αὐτῶν ἱερὸν διὰ τὸ δίκαιον, ὥστε εἰς τὸ θεῖον ἀσεβοῦσιν οἱ παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες.

505. ἠεροφώνων] ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἀλλαχοῦ εἶπε “φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν” (Il. 15, 686). ἢ τῶν τὸν ἀέρα φωνούντων· ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή.

506. συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις, ὡς καὶ οἱ [*](1. *ἐμήκυνεν] ἐμνήσθη 8. *βιασθῆναι] ἁρπασθῆναι 29. αὐτῶν Bekkerus] αὐτὸν)

194
δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς ἔδοξεν ἀμαθὴς εἶναι μὴ κινῶν ὑπὸ πανουργίας τὸ σκῆπτρον (Il. 3, 218).

οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκα- στος τὸ δοκοῦν δίκαιον ἀπέφαινεν. ὁ δὲ Ἀρίσταρχός φησιν ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας.

508. τῷ δόμεν] ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς, ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δίδοσθαι. ἄδηλον δὲ ὁπότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ἢ ὁ νικήσας ἢ ὁ ἡττη- θεὶς δῷ τῷ δικαστῇ, διὰ τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος.

509. τὴν δʼ ἑτέρην] οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. ἠνάγκαζον δὲ καὶ τὴν κτῆσιν διανείμασθαι τοὺς πολίτας ἐπὶ τῷ παῦσαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων ὁπότε ἥξουσι τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν, ἵνα ἀφέλοιντο τῶν πολεμίων. καὶ δὴ τοῦτο ποιοῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες —ἔτυχον γὰρ περὶ τούτου σκοποῦντες, πότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμή- σοιεν—ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.

δύω στρατοί] ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος, ἢ δύο ἐπὶ δια- φόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.

*Πορφυρίου. πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα “τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἴατο λαῶν, τεύχεσι λαμ- πόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή” μέχρι τοῦ “ἐν δʼ ἐτίθει νειὸν μαλακὴν, πίειραν ἄρουραν” (541). ταράσσει γὰρ τοὺς πολλοὺς οἱ δύο στρατοὶ, ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι, ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δʼ ἕτερος πολέμιος· καὶ πρὸς τίνας διχονοοῦσιν, ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον· καὶ ἐπὶ τίνων τὸ “οἱ δʼ οὔπω πείθοντο,” ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ. καὶ πάλιν ἐπὶ τίνος τὸ “λόχῳ δʼ ὑπεθωρήσσοντο,” ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον· καὶ τίνων οἱ σκοποί καὶ τίνων ἡ λεία· πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρʼ αὐτῶν· καὶ τίνες οἱ ἐπεξιόντες, ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι· ὅλως τε τίς ἡ διατύπωσις τῆς πλάσεως. ἐν τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φησὶν Ἀλέξανδρος ὁ [*](19, 20. Haec in B leguntur 19. * διαφόροις—αἰτίαις] διαφόρους infra post longum scholion Por- —αἰτίας phyrii. 21. *Πορφυρίου] om.)

195
Κοτιαεὺς ὅτι δύο στρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορ- θεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι. οἱ δʼ ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι, φησὶν, ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμνίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν κτήματα τοῖς ἐν τῇ πόλει. εἶτα ἀξιοῖ τὸ μὲν “οἱ δʼ οὔπω πείθοντο” ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ “λόχῳ δʼ ὑπεθωρήσσοντο” περὶ τῶν πολεμίων, καὶ τὸ “οἱ δʼ ἴσαν” περὶ τῶν πολεμίων τῶν εἰς τὴν ἐνέ- δραν ἀπιόντων. οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί. τὸ δὲ “οἱ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσίν” ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παρα- δόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ “ἱράων προπάροιθε καθήμενοι” σημαίνει ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκκλησιάζουσιν. ὅτε δʼ αὐ- τοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι, καὶ ἐξελθόντες συμ- βάλλουσι μάχην. εἶχε δʼ ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶ- τον μὲν βεβιασμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου “οἱ δʼ οὔπω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.” τὸ μὲν γὰρ “οἱ δʼ οὔπω πεί- θοντο” ἀξιοῖ περὶ τῶν ἔνδον διακούειν, τὸ δὲ “λόχῳ δʼ ὑπεθωρήσ- σοντο” περὶ τῶν ἐκτὸς, ἵνʼ ᾖ τὸ “οἱ δʼ οὔπω πείθοντο” ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις ποιού- μενοι. τὸ δὲ “οἱ δʼ οὔπω πείθοντο” ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθο- μένων αὐτῶν, βίαιον. πάλιν δὲ μεταξὺ τοῦ “λόχῳ δʼ ὑπεθωρήσσοντο, οἱ δʼ ἴσαν” ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπʼ ἀσθενείας, ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχως. πάντως δὲ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων; ἀμεί- νους οὖν οἱ οὕτω διατυπώσαντες τὸ πλάσμα. δύο στρατοὶ ἐπελθόντες πόλει τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφʼ ᾧ τε καταθέσθαι τὸν πόλεμον. οἱ δʼ ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλʼ ἐνεδρεύσαντες ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοὶ, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλθον αὐτοῖς· ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησιά- ζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπὼν “δίχα δέ σφισιν ἥνδανε βουλλή.” [*](1 et p. 207, 19. Κοτιαεὺς] κοτυαεὺς κάθηντο τῆ π περιεκάθηντο τήν πόλιν Vill.] παρε- 22. ὅτι οἱ Bekkerus] ὅτι εἰ)
196
ἀκολούθως εἴρηται ἐπὶ τῶν ἐκτὸς, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λόχον καθωπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ “οἱ δʼ ἴσαν” ἐπὶ τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παράλογον. οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλʼ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως ἐπελθόντων τῶν στρατῶν περι- κάθητο μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον, τὸν δὲ πολέμιον· καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦν τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημάτων· τοὺς δὲ πολεμίους μήπω πείθεσθαι, ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων, λόχον αὐτῶν τῇ πόλει συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχὴ, ὡς ἐπιόντι σοι κατʼ αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχεται τῆς Ὁμηρικῆς διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ τερὶ Παρμενίσκον στίζειν ἠξίουν ἐπὶ τοῦ “τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας” (514) μετὰ τὸ ῥύατο, εἶτα συνῆπτον τὸ ἑξῆς “ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας.” ἐὰν γὰρ τοῖς ἄνω, φασὶ, συνάψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑσταότες ἀρ- σενικόν. ἐδυνάμην οὖν φάναι πρὸς αὐτοὺς ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει “κλυτὸς Ἱπποδάμεια” (Il. 2, 742) καὶ “θῆλυς ἀϋτμή” καὶ “ὀλοώτατος ὀδμή” (Od. 4, 442) καὶ “ὄπα χάλκεον” (222) καὶ “ἁλὸς πολιοῖο” (Il. 20, 229). καὶ ἐπὶ δυϊκῶν “οὐκ ἂν ἐφ᾿ ἡμετέρων ὀχέων πληγέντε κεραυνῷ” (Il. 8, 455). ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἀνέρες εἰσί· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπʼ ἄλλων μυρίων, οἷον “νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτʼ ἐρωεῖ” (Od. 12. 74); πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν “ἠδʼ ἐπὶ δεξιὰ ἠδʼ [*](9. περικάθητο Vill.] παρακάθητο 17. ἔσται Vill.] ἔστι compendio 10. τήν πόλιν] τ το expressum. 13. ἀξιοῦν τὰ Vill.] ἀξιοῦντα τὰ ἔχεται Bekkerus] ἔχει τὰ 16. αὐτὰ Vill.] αὐτὴν)
197
ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολε- μίζειν” (Il. 7, 238)· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν ἐπʼ εἰροπόκοις ὀΐεσσιν” ἐπάγει “τὰ δʼ ἐρῆμα φοβεῖται” (Il. 5, 137. 140)· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑποκειμένοις καὶ δύο σχήματα ἔμιξεν ἐπὶ τοῦ “διάνδιχα πάντα δάσασθαι, κτῆ- σιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·” τὸ γὰρ ἅπαντα πρὸς τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅσην πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513), “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20, 138). ὥσπερ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων· εἰ γοῦν τὸ ἐφεσταότες ἐπαγάγωμεν τῷ “μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας,” οὐδʼ ἃν ἔτι ζητοῖτο. μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς παῤ ἀριθμὸν σχήμασιν ὑπο- πίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

510. δίχα δέ] τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν ἡ γνώμη· ἐὰν μὲν θελήσωσιν οἱ πολιορκούμενοι τὰ οἰκεῖα διανείμασθαι κτήματα, ἀπαλ- λάττεσθαι τῆς πολιορκίας, εἰ δὲ μὴ, πορθῆσαι τὴν πόλιν.

511. ἔμψυχός ἐστιν ἡ γραφὴ, ὡς καὶ τὰ ἀφανῆ δηλοῦν. τὸ δὲ πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν.

513. οὔπω] παρέλκει τὸ πω, ὡς τὸ “οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16, 76). λέγει οὖν ὅτι οὐκ ἐπείθοντο οἱ πολῖται. δεῖ δὲ νοεῖν τὴν λείαν ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους λοχῆσαι σπεύδειν.

515. τινὲς εἰς τὸ ῥύατο στίζουσιν, ἵνα τῷ ἀνέρες μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες, ἵνα ὃ ἔδει ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κέηται· ἔδει γὰρ “μετὰ δʼ ἀνέρες ἐφεσταότες.” ὁ Πλάτων δὲ ἐν τοῖς νόμοις ἀξιοῖ γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ, παῤ Ὀμήρου μαθών. καὶ Σαυροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδυόμεναι στολὴν πολεμοῦσιν.

516. οἱ δʼ ἴσαν] οἱ ἀπὸ τῆς πόλεως ἐξήεσαν εἰς τὸν λόχον. ὡς ἠδικημένοις δὲ καὶ τὸ θεῖον συλλαμβάνει.

518. μεγάλω] δυνάμει, οὐ μεγέθει.

519. ὑπολίζονες] ἥττους τῷ μεγέθει τοῦ σώματος· ὁ δὲ Ἐπα- [*](6. ἔμιξεν] ἔμ 16. ᾗ scripsi pro ἤ 27. κέηται Vill.] κεῖται)

198
φρόδιτος τῇ δυνάμει. περισσὴ δὲ ἡ ὑπό. φασὶ δὲ Ὅμηρον τὸ ὀλίγον οὐδέποτε ἐπʼ ἀριθμοῦ τάσσειν, ἀλλʼ ἐπὶ μεγέθους.

520. εἶκε] ἀντὶ τοῦ πρέπον καὶ ἐφικτὸν ἦν.

521. ἐν ποταμῷ] ἀντὶ τοῦ παρὰ τῷ ποταμῷ.

ἀρδμός] ἀρδεία καὶ ἀπάρυσις ὕδατος. καὶ ἐν Ὀδυσσείᾳ “ἐν δʼ ἀρδμοὶ ἐπηετανοί” (Od. 13, 247). ἐκτατέον δὲ τὴν ἄρχουσαν αὐ- τοῦ. βοτοῖσι δὲ γραπτέον, ὅθεν καὶ βοτῆρες καὶ βοτάνη.