Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

110. πολὺς γὰρ γίνεται θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωρήσῃ παθὼν μὲν οὐδὲν, δρᾶσαι δὲ κωλυθείς. τὸ δὲ ἔγχεσι καὶ φωνῇ πρὸς τὸ δεύτερον ὑπήντησεν.

112. παχνοῦται] φρίσσει, ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ ἐκάλουν, ὥσπερ καὶ τὰ λυπηρὰ καὶ κακὰ ψυχρά. με σσαύ- λοιο δὲ τῆς ἐπαύλεως.

117. θαρσύνονθʼ ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς, εἰς μάχην προτρεπομένου οὕσπερ Ἀπόλλων φοβεῖ.

118. θεσπέσιος ὁ ἐκ θεοῦ τοῖς ἀνθρώποις ἐμπίπτων.

123. θυμὸν ὄρινε] ἐλυπήθη μὲν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος. ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ.

125. Πάτροκλον] ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν” (Il. 10, 561) κατὰ συνεκδοχὴν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.

127. τὸν δὲ νέκυν] εὔλογον προκατασκενάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐτὸς ταύτην διαθεῖναι περὶ τὸν Πάτροκλον ἔσπευσεν.

[*](1. διστακτικὸν Bekkerus] διστακτόν 33. αἰκίαν Vill.] αἰτίαν)
148

131. Τρωσὶ φέρειν προτὶ ἄστυ] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον. ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον ἐπὶ στολῇ αὐχοῦν.

133. ὥς τίς τε λέων] ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (4) ἀντὶ τοῦ κυρίου τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι· ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνόματι. καλῶς δὲ καὶ νήπια ποιεῖ τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς. φασὶ δὲ μὴ σκυμναγωγεῖν τὸν λέοντα. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν λέων ὅλα ἀρσενικῶς ἐπάγει. καὶ ἀλλαχοῦ “ἐπεί σε λέοντα γυναιξὶ Ζεὺς ἔθηκε” (Il. 21, 483). τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

134. νήπι᾿ ἄγοντι] φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν. καὶ ἐπὶ μὲν ὀρνίθων φησὶν “μάστακ᾿ ἐπεί κε λάβῃσιν, ἀπτῆσι νεοσ- σοῖσι προφέρεται” (Il. 9, 324)· ἐπὶ κυνῶν “ὡς δὲ λέων ἀμαλῇσι περὶ σκυλάκεσσι“(Od. 20, 14)· ἐπὶ θρεμμάτων “ὥς τις περὶ πόρτακι μήτηρ” (4)· ἐπὶ θηρίων ἀγρίων, ὡς νῦν.

135. *ἐπακτῆρες] κυνηγοί.

136. * ἐπισκύνιον λέγεται τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι δέρμα τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργί- ζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις.

142. δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα αὐτὸν κινεῖν ἔμελλεν. ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὀνειδίζοντα.

143. * Πορφυρίου. φύξηλίς ἐστιν ὁ φεύγων τὰς ἴλας, δειλὸς δὲ ὁ δεδιὼς τὰς ἴλας, μενεδήιος δὲ ὁ ὑπομένων τὴν δηϊοτῆτα, ἐσθλὸς δὲ. ὁ ἐθελοντὴς μαχόμενος, οἱονεὶ ἐθελός. ὁ δὲ ἐναντίος “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9, 353) ἀντὶ τοῦ οὐχ ὑπέμεινεν ἄποθεν τῶν τειχῶν μάχεσθαι. οὕτως ἔχει καὶ τὸ “ἦ σʼ αὕτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα” τοῦ δὲ φυξήλιος “οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων” (Il. 12, 247)· καὶ τὸ “οἷον. ἀναίξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινεν· οὐ μὲν γάρ τι κακὸς εἰς ὦπα” (Od. 1, 410) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὔτε ἡμᾶς αὐτὸν οὔτʼ αὐτὸν ἡμᾶς.

[*](26. * Πορφυρίου] om. 33. γάρ τι] γάρ τοι)
149

146. οὐ γάρ τις] ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν. πρῶ- τον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα, ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων· εἶτα ἐπάγει τὸ καθʼ ἑαυτὸν, ὡς δίκαιον ποιῶν εἰ ἀποσταίη καὶ αὐτὸς μετὰ τῶν Λυκίων· καὶ τὴν αἰτίαν ἐπεξεργά- ζεται, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν.

οἱ στρατιῶται, φησὶν, ὁρῶντες τοὺς τελευτήσαντας ἀνεκδικήτους ἀποστήσονται τοῦ κινδύνου, ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο. ἀντὶ τοῦ ὡς ἔοικε γάρ ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάρι- τος τάξιν. ἢ οὐδὲν αὐτοῖς χαρίζῃ.

149. πῶς κε σὺ χείρονα] ὁ γὰρ τοῦ βασιλέως πεσόντος ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρονας; τὸ δὲ μεθʼ ὅμιλον οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου.

151. τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι;

152. πόλλʼ] πολλάκις, πολλαχῶς. ἢ λείπει ἡ κατά.

155. *πεφήσεται] προφανὴς γενήσεται.

156. εἰ γὰρ νῦν] ἀπειλήσας τὴν ἐπάνοδον πάλιν προτρέπει ἐπὶ τὴν βοήθειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων ἦθος. λεληθότως δὲ καὶ Τρώων καθάπτεται.