Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

700. πόδες φέρον] τρόπον τινὰ τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν “πόδες φέρον.” ἐφʼ ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος· ἢ τὸ πένθος αὐτὸν τοῦτο συνιδεῖν οὐκ ἐᾷ.

705. ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

711. οὐ γάρ πως ἄν] πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ ἀδύνατον αὐτοῦ.

712. ἡμεῖς δʼ αὐτοί περ] γενναῖον πρὸς προτροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων ἐπικουρίαν.

720. ὁμώνυμοι] πάντοθεν προτρέπει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος, ἐν Πέρσαις τινὰ ἰδὼν Ἀλέξανδρον ἀνδριζόμενον, ἴσος, φησὶν, ὄφθητι τῆς ὁμωνυμίας.

722. ἐμφαντικῶς ἐμήνυσε τοὺς περιειληφότας ὥσπερ τὸν νεκρόν· καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν, ἐρύοντο· ἀλλ᾿ οὐκ ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι. ἐγγὺς δὲ θέλουσι τῶν νεῶν κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ Ἀχιλλεύς. διὰ δὲ τοῦ ἀγκάζοντο τὸ μοχθηρὸν ἐνέφηνεν.

[*](10. πάντοθεν (ut p. 162, 28)] τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ πανταχόθεν Townl. λόγον. Conf. schol. ad 16, 787. 15. αὕτη] αὐτὴ 24. ἑτέρων] ἑταίρων 20. ἐκ τοῦ] *ὅτι ἀπέστροφεν ἐκ 26. *Ἀλέξανδρον] om.)
164

725. κύνεσσιν ἐοικότες] πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή· καὶ τὴν αἰτίαν δὲ τοῦ θάρσους παρίστησι τὸ βλημένῳ. ἀλλὰ καὶ τὸ ἑλίξεται συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων διωκόμενον, ὁ κάπρος.

727. ἕως μέν] ἕως τινός.

731. οἱ μὲν ἐγγὺς ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν.

737. ἠΰτε πῦρ] ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων (Il. 4, 342. 12, 316), τοῦτο νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνι- δίου, ἵνα λανθάνον νέμηται.

742. ὥσθʼ ἡμίονοι] βόες μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων τὸ ἴδιον βάρος· ἡμίονοι δὲ διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπασχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν τῶν πολεμίων οὐκ ἔχοντες. κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκάτερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρέλαβεν ὁδὸν, καὶ μακρὸν τὸ ἑλκόμενον ξύλον διὰ τῆς ὁδοῦ. τὸ δὲ ἀμφιβαλόντες, ἰσοβαρήσαντες τῇ δοκῷ τὴν προθυμίαν, ἢ συμπλέξαντες καὶ ἑνώσαντες τὴν ἀλλήλων δύναμιν τῇ δοκῷ.

747. πρών] προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν ἐκρύ- σεως. ἄκρως δὲ οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλʼ ἀσαλεύτοις πρήοσιν, ἀντέχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον. Αἴαντες γὰρ ἐρριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιεχόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως ἐπὶ τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπὶ ἄλλο μέρος.

748. πεδίοιο διαπρύσιον τετυχηκώς] διόλου προήκων καὶ διατετα- μένος τοῦ πεδίου ὁ πρών.

755. ὥστε ψαρῶν νέφος] ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ Πάτροκλος ἐδίωκεν· “ἴρηκι ἐοικὼς ᾠκέϊ, ὅστʼ ἐφόβησε κολοιούς τε ψῆράς τε” (Il. 16, 583). ἀλλʼ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πάσχουσιν, ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος τῆς ταπεινῆς εἰκόνος. [*](11. *φέρων] om. 22. πρήοσιν] πρώωσιν)

165
ὅρα δὲ πῶς καὶ ἐκεῖ κολοιοὺς συνέμιξε· συναγελαστικὸν γὰρ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία· “καὶ γὰρ κολοιὸς παρὰ κολοιὸν ἱζάνει.” εἰσὶ δέ πως καὶ τῶν ἄλλων ἀνοητότεροι, ὡς καὶ ὁ τῆς θήρας αὐτῶν μαρτυρεῖ τρόπος. ἐλαίου γὰρ πλήρη κρατῆρα τιθέασιν· οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει, καὶ ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν, ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐπιπεσόντες τῷ ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται συγκολλη- θέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε δὲ ἴδωσιν ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμηρος οὖλον ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες καὶ ἀνόητον, ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλάλληλον. ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται. τὴν ἀγέλην δὲ νέφος ὠνόμασεν οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλὰ καὶ ὅτι ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι.

756. κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.

757. κίρκον] ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, ἐπὶ δὲ τῶν εὐτελῶν καὶ ἀσθενῶν οὐδέποτε κάτεισιν.

760. τεύχεα καλὰ πέσον] πεφεισμένως οὐκ εἶπεν ὅτι οἱ Ἕλληνες ἀπέβαλον τὰ ὅπλα, ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλʼ ὅτι ἔπεσον, ὡς οὐχ ἑκοντὶ ῥιψάντων, ἀλλʼ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖ- πεν,

761. πολέμου δʼ οὐ γίνετʼ ἐρωή] οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλήνων ὄχλος, οὐχ ὑπερώουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ νεκροῦ. ἐρωὴ δὲ ἡ ἐπίσχεσις.