Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

437. ἐνισκίμψαντες] ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερβολήν.

440. ἀμφοτέροισι] τοῖς ἵπποις δηλονότι.

443. ἆ δειλώ] τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοὶ, πόσῳ μᾶλλον αὐτοὶ οἱ ἄνθρωποι; εἶτα καὶ [*](25. πλατύτατον Bekkerus] πλατύ- 27. ποιότητα] ποιὰν Bekkerus. τερος 34. αὐτοὶ Bekkerus] οὗτοι)

158
κατασκευάζει, πάντων ζῴων εἶναι φήσας χείριστον τὸν ἄνθρωπον· πλεονεκτοῦμεν γὰρ τὰ ἄλλα ζῷα τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, αὐτῷ δὲ ᾧ δοκοῦμεν πλεονεκτεῖν, τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. διδάσκει οὖν μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιο- πιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγόμενος.

447. πάντων ὅσσα τε γαῖαν ἐπιπνείει] ὑπὲρ πάντα τὰ γαῖαν ἐπιπνείει. λείπει δὲ ἡ κατά. πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος.

453. σφίσι] δηλονότι τοῖς Τρωσί. προλέγει δὲ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλεῖον, τὴν προθεσμίαν διδάξας τῆς εὐημερίας.

459. τοῖσι δʼ ἐπʼ Αὐτομέδων] κρεῖττον γὰρ τόδε ἀλέξειν τῷ ἑταίρῳ ᾤετο. ἄλλως τε οἱ ἵπποι αὐτὸν ἐκεῖσε ἄγουσιν.

463. ᾕρει τὸ κατελάμβανεν, ὡς τὸ “ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας·” νῦν δὲ ἀντὶ τοῦ ἀνῄρει.

464. ἱερῷ] τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ.

477. θεόφιν μήστωρ ἀτάλαντος] ἴσος θεοῖς εἰς τὸ κατεργάσα- σθαί τι.

483. ἀπόρουσε] τοῦ ἰδίου ἅρματος, καὶ κατῆλθε πεζῇ πολεμήσων.

486. ἵππω τώδʼ ἐνόησα] εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων.

492. βοέῃς] συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.

507. Αἴαντε] πιθανὸν ἀνακεχωρηκότος Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι τὸ σῶμα καταλιπεῖν τοῖς μετʼ αὐτὸν ἀρίστοις, ἔνθεν αὐτῷ ἐντυγχάνει.

514. ἐν γούνασι] ἐν τοῖς κόλποις, διὰ τὸ τὰ ἐν αὐτοῖς ἀποκεί- μενα πρόχειρα εἶναι. οἱ δὲ, ἀπὸ μέρους τῇ δυνάμει.

520, 521. ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζηός, ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν ἀρχὴν τῶν νευρῶν. περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ νευρὰ καὶ αἱ ἀρτηρίαι κεῖνται.

[*](3. αὐτῷ] ἐν αὐτῷ Bekk. que: v. Meinek. vol. 2 p. 459. 11. ἀλέξειν] ἀλεξεῖν 21. τῇ] *ἐπὶ τῇ 13. ὡς τὸ] Eupolidis versus 31. περὶ] Novi scholii initium apud schol. Arist. Ach. 529 alios- in B.)
159

522. πᾶσαν] ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νευρὸν, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστὶ διατάμῃ, τῇ δὲ διακοπῇ τῆς λέξεως μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα μὴ συνεμ- πέσῃ τῇ Δία αἰτιατικῇ, ἡ δὲ ἀντί καὶ ἀμφί ὡς τρίχρονοι. προθορών] βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι.

523. προθορὼν πέσεν] προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέστρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον· καὶ γὰρ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς αὐτός.

524. νηδυΐοισι] τοῖς κατὰ νηδὺν σπλάγχνοις· ἅπαξ δὲ εἴρηται ἡ λέξις.

529. ἔνθα δʼ ἔπειτʼ ἀφίει] τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαί- νεται.

538. ἦ δὴ μάν] ἴδιον τῷ παῤ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.