Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

371. *εὔκηλοι] ἥσυχοι ἐκ διαδοχῆς· ἐπιφέρει γὰρ “μεταπαυ- όμενοι δὲ μάχοντο,” ὅ ἐστιν, οἱ μὲν ἀναπαυόμενοι, οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ ἀναπαύσεως.

373. γαίης οὐδʼ ὀρέων] οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὅρους ἀναβάντα. τὴν βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσεν· καὶ γὰρ ἐν ταῖς αἰ- θρίαις ἔστιν ἰδεῖν ἐπὶ τῶν ὀρῶν νέφη τινά.

μεταπαυόμενοι] ἐκ διαδοχῆς ἀναπαυόμενοι. ὡς ἀντιποιεῖται μὲν ὁ λέγων ἐμόν ἐστι, μεταποιεῖται δὲ ὁ καὶ ἐμόν ἐστιν. οὔτως Ἀρί- σταρχος.

377. δύο δʼ οὔπω φῶτε πεπύσθην] οὐχ ὡς τῶν ἄλλων πυθομένων (ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην), ἀλλὰ τῶν ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀποστέλλειν ἐθέλει φίλτατον ὄντα Ἀχιλλεῖ.

381. ἐπιοσσομένω] ἐπιβλέποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερ- μαχοῖεν, τοὺς δὲ φυγάδας προτρέποιντο. ἄλλως. προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς αὐτῆς ἔμενον τάξεως.

382. ἐπετέλλετο] τοῦ ὑπερμαχεῖν δηλονότι τῶν ἑταίρων.

384. πανημερίοις] ἐν τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας.

386. γούνατά τε] εὖ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι, ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· τοῦτο γὰρ καὶ ἐνάργειαν προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος δείκνυσι. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλιπεν. ἀκατάλληλον δὲ τὸ ὀφθαλμοὶ παλάσσετο. ἔστι δὲ ὅμοιον τῷ “ἔνθα Ποσειδάων κατʼ ἄῤ ἕζετο καὶ θεοὶ ἄλλοι” (Il. 20, 149). πρὸς μὲν τὰ γούνατα τὸ παλάσσετο προσυπακούομεν, τοῖς δὲ πληθυντικοῖς τὸ παλάσ- σοντο.

389. ὡς δʼ ὅτʼ ἀνήρ] ἐνδείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόν- των καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν, δορὰν διατεινο- μένην παραλαμβάνει, καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· τούτῳ γὰρ τὰ κατεσκληκότα μαλάτ- τονται. οὔπω δὲ ἐπαττάλευον τὰς βύρσας ἴσως. ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκὼν, τῇ δὲ ἐναργείᾳ κεκόσμηται.

393. τάνυται δέ τε πᾶσα διαπρό] διατείνεται δὲ πᾶσα εἰς τοὔμ- προσθεν μεγεθυνομένη· τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος ἄγεται.

157

401. οὐδʼ ἄρα πω] εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ χρη- στοτέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη καὶ Δόλων καὶ νῦν Ἀχιλλεύς.

404. τό μιν οὔποτε ἔλπετο θυμός] παιδευτικὸς ὁ λόγος ὅτι οὐ δεῖ ἀεὶ ταῖς ἐλπίσι πεποιθέναι.

409. νόημα] τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν.

415. ὦ φίλοι] πολλὴ σπουδὴ ἑκατέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆ- σαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ βουλομένοις ἀμύνεσθαι Ἀχιλλέα ὧν πρότερον ἔπαθον ὑπʼ αὐτοῦ. λέγει δὲ ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας.

421. εἰ καὶ μοῖρα] οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νε- κροῦ μὴ κρατήσαντες· οἱ δὲ μελλητικῶς φάσκουσιν, εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ δεῖ ἀφίστασθαι.

424. σιδήρειος] ὁ στερεὸς καὶ πολυΐσχυρος.

425. ἀτρυγέτοιο] ἀτρύτου. ἢ ἐπεὶ καὶ αὐτὸς ὁμοίως τῇ θαλάσσῃ οὐ τρυγᾶται.

426. ἵπποι δʼ] μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν τὰ ἐν πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν.

430. θοῇ] ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ ἥπτετο καὶ ἐμά- στιζεν.

432. πλατύν] οὐ τὸν καθόλου πλατὺν, ἀλλὰ τὸν καθʼ ὃ μέρος ἑαυτοῦ ἐστὶ πλατύτατος.

434. ὥστε στήλη] πλέον τι ἔχει ἡ παραβολή· οὐ γὰρ τὴν στά- σιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιότητα, τὴν ἐπὶ τῷ πένθει. πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή.