Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

845. Ζεύς] ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητὴς, τοῦτο τῷ ἡρωϊκῷ προσώπῳ περιέθηκε. τὸ δʼ ἐδάμασσαν ἀντὶ τοῦ δαμα- σθῆναι ἐποίησαν.

847. τοιοῦτοι δʼ εἴπερ] ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθή- σοντος, ἀλλʼ ἔτι μεστός ἐστι φρυάγματος καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.

850. πολλοστὸς, ὡς τὸ “ἀσπασίη τρίλλιστος” (Il. 8, 488). οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχεί- ρων, καὶ οὕτως Ἕκτωρ τρίτος. τινὲς δὲ καθʼ ὑπερβατὸν, ἵνʼ ᾖ τρίτος· Εὔφορβος, σὺ δέ με ἐξεναρίζεις. αὔξει δὲ αὑτὸν ὡς ὑπὸ πολλῶν [*](4. ἀνίσως] *ἀνίσοις εἰρῆσθαι 17. *ἄγον] ἀγῶνος 26. *ἀλλʼ ἔτι] ἀλλὰ τί 19. *τίνας εἰκὸς εἰρῆσθαι] τινὰς 32. αὑτὸν] αὐτὸν)

142
θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύτερον.

854. πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα) δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείας γάρ ἐστι μέρος φύσεως, καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ σώμα- τος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα.

856. δῆλον ἐντεῦθεν ὅτι πνεῦμά ἐστιν ἡ ψυχὴ, κατὰ παντὸς οἰκοῦν τοῦ σώματος.

857. ὃν πότμον γοόωσα] λυπεῖται ἡ ψυχὴ, μή ποτε ἀνάξια πρά- ξασα ἑαυτῆς ἀναξίοις περιπέσῃ, καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ Πυθαγόρας κακῶς φησὶν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά τινα καὶ σώματα καὶ θάμνους μεταβάλλεται, ὅθεν καὶ λελύπηται. πρὸς ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπρα- ξάμενοι τοῖς αὐτοῖς περιπέσωμεν. ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρείαν, ἀλλὰ τὴν ἀνθρωπότητα, τὴν ἀνδρὸς φύσιν· ἀνδρείαν γὰρ οὐ κατα- λείπει, ἀρετὴν οὖσαν ἰδίαν.

*ὁ Πυθαγόρας ἔλεγεν ὅτι ἡ ψυχὴ τελευτῶντος ἀνθρώπου καὶ τῶν ἄλλων ἀπάντων, ἀπαλλαγεῖσα τοῦ σώματος, ἐν ἐκείνῳ γίνεται ἐν ᾧ πλανωμένη ἐγκαταληφθῇ γεννωμένῳ ζῴῳ, ἢ καὶ ἐν φυτῷ, τοῦτο Ὅμηρος ἐν τῷ Ἕκτορος καὶ Πατρόκλου θανάτῳ προὔβαλεν· γεν- ναίους γὰρ ἄνδρας παράγων ἀποθνήσκοντας, τὴν ψυχήν φησιν ἀπαλ- λαττομένην θρηνεῖν τὴν μοῖραν αὑτῆς, ἀχθομένην ὅτι καταλείπει ἀκμάζοντα καὶ εὐσθενῆ σώματα, καὶ δεδοικυῖαν μὴ ἐγκαταληφθῇ μοχθηρῷ τινὶ γεννωμένῳ, ᾧ λυπηθήσεται συνοῦσα, ἢ ἐπί τινι ἄλλῳ. ἅμα δὲ διὰ τοῦτο καὶ πρὸς ἀρετὴν ἡμᾶς προτρέπει, δηλῶν ὡς τὰ γενναῖα σώματα καὶ ἡ ψυχὴ καταλιποῦσα θρηνεῖ. κακῶς δὲ τοῦτα ἔλεγεν ὁ Πυθαγόρας.

860. *τίς δʼ οἶδ᾿] τοῦτο διαπορητικόν.

δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπʼ Ἀχιλλέως ἀνδρεῖα· “τέθναθι” γάρ φησι μὴ διστάζων· “κῆρα δʼ ἐγῶ τότε δέξομαι” (Il. 22, 365).

[*](11. *ἀναξίοις] ἀναξίως 20. ἐγκαταληφθῇ Bekkerus] ἐγκαταλειφθῇ hic et infra.)