Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

189. Πορφυρίου. δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ “γαῖα δʼ ἔτι ξυνὴ πάντων” (193)· οὐ γὰρ ἔτι πάντα δέδασται τούτων μὴ δεδα- σμένων. λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ πάντως παρέλκει, ὡς ἐπὶ τοῦ “δέκα πάντα τάλαντα” (Il. 24, 232). ἐὰν δὲ λάβωμεν αὐτὸ περισσὸν, τί λοιπὸν δέδασται; ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντες ἐπὶ τοῦ πλεονάζοντος τίθεται, ὡς εἰ ἔλεγεν, τὰ πλείονα μεμέρισται πλὴν γῆς τε καὶ οὐρανοῦ· ταῦτα γὰρ ἔτι κοινά. φυσικὴ δὲ γίνεται διάταξις. ὁ μὲν γὰρ τὸ ζῆν παρασχόμενος Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν, Ἅιδης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας. ὅλων δὲ τῶν στοιχείων ἡ γῆ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδό- σεις περὶ αὐτὴν γίνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡφαίστου κρατῆρας καὶ περὶ τὸ τῆς Λυκίας Κέρατον καὶ ὅσα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ τὸν Ὄλυμπόν φησι κοινὸν, ἐπεὶ καὶ ὁ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων.

190. ἤτοι ἐγὼν ἔλαχον] οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται. διδάσκει δὲ κληροποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός. οὐ γὰρ ἀθετεῖ τοὺς ἀδελφοὺς, καὶ ταῦτα δυνάμενος αὐτῇ τε τῇ γῇ καὶ τῇ θαλάσσῃ πάντας ἀνέλκειν.

πολιὴν ἅλα] ὅτι τὴν κεφαλὴν ἤτοι τὴν ἐπιφάνειαν ἔχει ἀφρίζου- σαν. οὕτω δὲ καὶ τὸ θέρος διὰ τὴν λευκότητα. οἱ δὲ τὴν πολλήν· πλείων γὰρ τῆς γῆς ἡ θάλασσα.

191. ζόφον ἠερόεντα] τὰ ἀφώτιστα μέρη τῆς γῆς καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα.

[*](4–10. Scholion manus primae, In Ven. A. est περὶ Κέραγον Λυκίας, cui praefixi Πορφυρίου ex Scor. et ubi Usenerus Κράγον post Mei- Harl. in quibus integrius legitur. nekium Anal. Alexandr. p. 367. 13. *ἀειδές] ἀηδὲς 19. καὶ ὁ οὐρανὸς] καὶ ὁ Ὄλύμπὸς] 14. ὅλων δὲ —] *κοινὴ ὅλων τῶν Wachsmuth. de Cratere, p. 45. στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρί- 22. κληροποιεῖσθαι] κλήρῳ ποιεῖσθαι σκεται καὶ τὰ λοιπὰ—. Bekk. 17. καὶ περὶ τὸ τῆς Λυκίας Κέρατον])
84

192. Ζεὺς δʼ ἔλαχʼ οὐρανόν] πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διί φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν ἀπὸ γῆς ἕως νεφελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ οὐρανὸν ὀνομάζει· ἔστι δὲ οὕτος ἄχρι τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ τὰ νέφη ὀνομάζει. πιθα- νῶς δὲ εἶπε κοινὴν ἀπόντων εἶναι τὴν γῆν· αἵ τε γὰρ ἄνωθεν ἀπὸ Διὸς βολαὶ ἐπὶ ταυτὸν ἀφίενται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστὶ, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλο ἐστὶν ἢ γῆ. εἰκότως δὲ συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ ὡς ὄρει· κατʼ ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν.

194. ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν. τινὲς δὲ, οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ “ὄφῤ ἂν ἐγὼ προτὶ Ἴλιον βείω” (Il. 6, 113). φησὶν οὖν ὅτι τοῦ κοινοῦ πάντως ἀπελαύνομαι χωρίου.

196. *χερσὶ δὲ μή τί με] ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων.

μηδαμῶς με, φησὶν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμπάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.

197. θυγατέρεσσιν] τὰς θηλείας πρὸς καταβιβασμὸν προσέταξεν.

198. ἐκπάγλοις] ὑπερηφάνοις, ἢ ὑπερέχουσιν. ἐνισσέμεν δὲ τὸ ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν.

199. ὀτρύνοντος] κελεύοντος, ἐπιτάσσοντος.

201. οὕτω γὰρ δή] ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς ἀποκρίσεως, βούλεται ὁ ποιητὴς τὸ μὲν ἦθος διαφυλάξαι τῶν ὀργι- ζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος. οὐδὲ γὰρ ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλʼ ἠθικῶς πυνθάνεται εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖλαι αὐτὴν τῷ Διί. καὶ ἐξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου· οὐ γὰρ εἶπε μετάστρεψον, ἀλλʼ εἴ τι μεταστρέψεις, πάλιν πυνθανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν.

203. στρεπταί] πρὸς τὰ ἐσθλὰ, φαύλων δὲ πρὸς τὰ φαῦλα. ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου (O. 295) περιείληφεν “ἐσθλὸς δʼ αὖ κἀ- κεῖνος ὃς εὖ εἰπόντι πίθηται.”

[*](22. *ἐτιτλήσσειν] παραπλήσσειν 30. *εἴ τι] ἤ τι 27. *οὐ] om. 34. * πίθηται] πείθεται)
85

204. οἶσθʼ] τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν. ἕπονται δὲ ἐπακολουθοῦσι καὶ συμμαχοῦσιν. πιθανῶς δὲ πρὸς τὸν λέγοντα “μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω” οὐκέτι φησὶν ὅτι ἰσχυρότερός σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γάρ τοῦ γήρως πλεονέκτημα ἀνεπίφθονον.

206. τοῦτο ἔπος] ἢ τὸ “στρεπταὶ δέ τε φρένες,” ἢ τὸ “ὡς πρεσβυτέροισιν Ἐρινύες,” ἢ, ὃ καὶ ἄμεινον, πάντα τὸν λόγον τῆς Ἴριδος.

207. ἐσθλὸν καὶ τό] καὶ Εὐριπίδης “ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγος.” ἄγγελον δὲ ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν Πίνδαρος (Pyth. 4, 494).

209. ὁμῇ] ὁμοίᾳ μεμερισμένον μοίρᾳ. τὸ δὲ ὁπόταν ἀντὶ τοῦ ἡνίκα, ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι.

210. χολωτοῖσιν ἐπέεσσιν] πικροῖς, παρὰ τὴν χολήν· ἢ εἰς χόλον ἐρεθίζουσιν.

211. νεμεσσηθείς] μεμψάμενος αὐτῷ καὶ καταγνοὺς, ἢ μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ.

212. ἀθετοῦνται οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἀλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων “ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται” (Il. 4, 169), καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ “ἀλλʼ ἤτοι νῦν μέν κε.” εὐσχήμονα δὲ τὴν ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεὺς “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300).

215. πεφιδήσεται] ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ, τεύχω τυχῶ· “τύχησε γὰρ ἐρχομένη νηῦς” (Od. 19, 291).

219. δῦνε δὲ πόντον ἰών] ἡνίκα μὲν σύμμαχον αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφησε τὴν πορείαν· νῦν δὲ συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται. τὸ δὲ πόθεσαν δηλοῖ ὅτι ἐπὶ θάτερα γέγονεν αὐτοῖς ἡ μεταβολή.