Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

138. χόλον υἷος] τὸν ὑπὲρ τοῦ παιδὸς χόλον. διδάσκει δὲ τὰ τοῦ τέλους πράως φέρειν, ὡς κατὰ πάντων τὸ ἀπαράβατον ἔχοντος.

141. ἀδύνατον, φησὶ, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πάλιν φθαρήσεται.

142. ἵδρυσε θρόνῳ ἔνι] τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δηλοῖ· ἔστι γὰρ ἐνίδρυσεν.

143. διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ, ὁρῶσα παροξυνόμενον Ἄρην; ἵνα μὴ ἐπʼ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλε- μον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γὰρ πότερον κρύφα ἢ ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται.

147, 148. οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν “ἄπιτε καὶ ὃ ἂν εἴπῃ ποιήσατε·” καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἔμελλον παρακούειν Διός. ἄλλως τε πῶς φησὶ πείθεσθαι Διὶ τοῖς καθʼ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσοντες ἃ κελεύει Ζεύς· ὅθεν τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα ὀργιζόμενοι, ποίει ὃ θέλεις. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον.

153. θυόεν νέφος] τὸ τεθυμιαμένον ἀπό τε τῶν τῆς γῆς ἀνθῶν καὶ τοῦ τῆς Ἥρας μύρου.

155. οὐδέ σφωϊν] ἐγκλιτικῶς· οὐ γὰρ ἐχολώθη αὐτοῖς ἰδὼν αὐ- τούς. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.

157. Ἶριν δὲ προτέρην] πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Πο- σειδῶνα τῆς μάχης τότε παρορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος.

159. πάντα, τὰ μέλλοντα λεχθῆναι· τὸ δὲ ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. τοῦτο δὲ προσέθηκεν· ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων λόγοις ἡμέροις χρῆται, παιδεύων πραότητα.

161. δῖαν] μεγάλην· οἱ δὲ ὑγρὰν, παρὰ τὸ διαίνειν. οἱ δὲ φο- βερὰν, ὡς “δῖα Χάρυβδις” (Od. 12, 104).

162. εἰκότως σκληροτέρως ἐπανατείνεται εἰ μὴ τῶν πρώτων

82
φροντίσοι. τὸ δὲ ἀλογήσει οἱ μὲν, λόγον μου οὐ ποιήσει, ἀλλὰ καταφρονήσει, οἱ δὲ, ἄλογος γένηται καὶ μωρανεῖ.

165, 166. βίῃ—καὶ γενεῇ] ἡ μὲν δύναμις δέος, ἡ δὲ γενεὰ αἰδῶ ποιεῖ· ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξασθαι.

166. οὐκ ὄθεται] οὐκ ἐπιστρέφεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλὰ δηλονότι ἰσηγορεῖ.

167. στυγέουσι] καταπλήσσονται, ὡς τὸ “κατὰ δʼ ἔστυγον αὐτήν” (Od. 10, 113).

170. πτῆται] ταχέως φέρηται. τούτοις δὲ εἴκασται ἃ καὶ ση- μαίνει ἡ Ἶρις· νιφὰς δὲ χιὼν, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς· θέλει οὖν σημᾶναι τὴν ὀρθρίαν αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυχρὴ δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνεμοι. πῶς δὲ νίφων ὁ βορρᾶς αἰθρηγενής ἐστιν; ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ “πῆ ἔβη Ἀνδρομάχη λευκώ- λενος” (Il. 6, 377), ἢ ἀπὸ τοῦ πλεονάζοντος· σκιόεντα γὰρ ὄντα τὰ νέφη πνοιῇσι λιγυρῇσι διασκίδνησιν (Il. 5, 26). οἱ δὲ, ὅτι τὸ ψῦχος παῤ αὐτῷ αἶθρος καλεῖται. τάχος οὖν δίδωσι τῇ χιόνι ὁ ἄνεμος· βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ “νὺξ δʼ ἄῤ ἐπῆλθε κακὴ βορέαο πεσόντος” (ib. 475).”

174. γαιήοχε κυανοχαῖτα] ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις, καὶ οὐκ ἐντολὴν αὐτῷ, ἀλλʼ ἀγγελίην λέγει φέρειν παρὰ Διός. οἷον οὐχ ἑκοῦσα, φησὶν, εἰς τοῦτο ἥκω, ἀλλʼ ἀποσταλεῖσα.

179. ὁ καί πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει ὁ Ζεὺς τῆς μάχης. ἀλλʼ ἀμυνόμενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν.

180. ὑπεξαλέασθαι] ἐκκλῖναι καὶ φυλάξασθαι. παρέλκουσι δὲ αἱ προθέσεις.

185. ὑπὲρ τὴν ἑαυτοῦ ἰσχύν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μὴ ἀνα- λογούντων ὅπλων.

188. Ζεύς] οἱ μὲν αἰθὴρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα λόγος, οἱ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ γὰρ ζῆν αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον σἴτιον τὴν θάλασσαν καὶ ἡ αὐτῆς θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· διηθουμένης γὰρ θαλάσσης ἐκρέ- ουσι ποταμοί. καὶ ὑετοὶ νᾶμα ἀπὸ θαλάσσης ἔχουσι· καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα Ποσειδεῶνα καλοῦσιν. ὁ δὲ Ἀΐδης παρὰ τὸ ἄω, ὅ ἐστι πνέω· οὐ γάρ μόνον τάς ψυχᾶς συνέχει, αἵ εἰσι πνεύματα, ἀλλὰ καὶ τοῖς καρποῖς αἴτιός ἐστιν ἀναπνοῆς καὶ

83
ἀναδόσεως καὶ αὐξήσεως, ἀφʼ ὧν ἡμεῖς πνέομεν· διὸ καὶ Ζεὺς καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ Πλούτων, ὅτι πλουτεῖν. οἱ δὲ παρά τὸ μὴ ὁρᾶσθαι, ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν.