Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

91. ἐφόβησε] οὐ κατὰ προαίρεσιν ἐληλυθέναι ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ παθεῖν.

94. ὑπερφίαλος] ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις, καὶ νῦν μὲν ἐπὶ ψόγου κεῖται, ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· “ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι” (Od. 21, 289). ἀπηνής δὲ ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν ἐς ἅ τις βούλεται, ἢ τῶν ἡνίων τῆς χρηστότητος.

95. ἄρχε θεοῖσι] παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις γίνεσθαι καὶ σώζεσθαι.

96. μετὰ πᾶσιν ἀθανάτοισιν] ἀντὶ τοῦ ἃ ἐπὶ πάντων ἀθανάτων πιφαύσκεται, οἷον ἐνδείκνυται καὶ οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ φησιν, ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός.

98. κεχαρησέμεν] χαροποιήσειν.

99. οὔτε θεοῖς] πρὸς τὸν Ἄρην ταῦτα διʼ Ἀσκάλαφον.

εἴπερ τις] ἠθικῶς· εἴγε, φησὶν, ὅλως ὀφείλετε ὑμεῖς εὐωχεῖσθαι τὴν ψυχὴν εὐφραινόμενοι. δολερὸν δὲ καὶ γυναικεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπʼ αὐτοῦ μὲν ἀπολογεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία ὑπερφίαλον καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς.

101. ὄχθησαν] ἐμετεωρίσθησαν, ἢ ἐβαρύνθησαν, ἢ ἠχθέσθησαν, παρὰ τὸ ἄχθος.

οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως, ὁ μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος.

103. ἰάνθη] διεχύθη, ἐκινήθη· ἰαίνεται δὲ δηλονότι χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν.

μεμψαμένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διὶ μεμφομένη ἐν πᾶσιν ηὔδα.

105, 106. τὸ πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικόν· τοὺς δὲ ἐξῆς βαρυντέον· εἰσὶ γὰρ διαζευκτικοὶ ἢ παραδιαζευκτικοί.

106. * ἀφήμενος] ἀποκαθήμενος.

107. φησὶν] λογίζεται, ὡς τὸ “οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι” (Od. 18, 131). ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆλον ἐξ ὧν φησὶν “οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη” (130).

[*](24. θηγμοῦ] *δηχμοῦ)
80

108. διακριδὸν εἶναι ἄριστος] τοῦτο πρὸς τὸ “τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν” (Il. 8, 27). ὡς ταπεινόφρονας δὲ αὐτοὺς ἐλέγχει. πειράζουσα εἰ φράσαιντο κατὰ Διός· ὅθτν ἐκείνων σιωπησάντων κερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα, τόν τε Ἄρην ἐπανί- στησι τῷ Διὶ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστησιν.

109. ἔχεθʼ] ἀνέχεσθε. διδάσκει δὲ στέργειν τὴν θείαν διοίκησιν. τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν. δεῖ δὲ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρην δεινοῦ τινὸς συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας οὔσης προσδοκίας.

112. ὃν] ἑαυτοῦ· ἔστι δὲ ὅμοιον τῷ “μήτηρ μέν τέ μέ φησι” (Od. 1, 215). φασὶ δὲ τὸν Ἀσκάλαφον εἰς Ἑβραΐδα τεθάφθαι γῆν· διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα ὃ Ἄρης ἐποίησεν.

116. ἐπὶ νῆας Ἀχαιῶν] νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ γινώσκων οὐδʼ ὅπη βαδιεῖται. εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος εὑρίσκεται, εἰ δὲ Τρωσὶν, οὐκ ἐκδικῶν τὸν υἱὸν, ἀλλὰ καὶ τῷ φόνῳ αὐτοῦ συμβαλλόμενος.

121. μείζων] τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.

123. πᾶσι] ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι περὶ τῶν μελλόντων ἡ γλαυ- κῶπις φροντίζει.

127. ἡ] ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὁμοίως τῷ “αὐ- τὰρ Ἀθηναίη κούρη Διός,” “ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διός” (Il. 5, 733, 736). καθάπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν· νῦν δὲ τὸ λόγῳ προσφωνεῖν. εἰκότως δὲ ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετὴς, καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα.

128. δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν, φρένας ἠλὲ διέφθορας, ἤτοι τὰς φρένας, ὦ ἠλὲ, ἀπώλεσας. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι· γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνʼ ᾖ πεπλανημένε.

*αὐτὸς δὲ ἐπάγει πρὸς μὲν τὸ μαινόμενε “ἦ νύ τοι αὕτως οὔατʼ ἀκουέμεν ἐστί,” πρὸς δὲ τὸ τὰς φρένας διέφθορας ἠλέ “νόος δʼ ἀπόλωλε καὶ αἰδώς.” ἐπὶ μὲν οὖν τοῦ μαινόμενε τὸ τὰς φρένας διεφθάρθαι κατηγόρησεν, ἐπὶ δὲ τοῦ κούφου καὶ μὴ βεβαίου τὸ ἀεσίφρων.

ἦ νύ τοι αὕτως] εἰς τὸ μάτην ἀκούειν ἔχων τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρίνειν.

81

137. μάρψει] κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον, ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἀπλῶς καὶ τὸ καταλαμβάνειν· καὶ μάρνασθαι δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα οὖν οὐ τοιοῦτος ὁ Ζεὺς, ἀλλʼ εἰς δέος Ἄρεως ἐπιτείνει τὸν λόγον· ἢ τὸ περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται.